Anonymi Dissertatio De Terrae Motibus
Anonymi de Terrae Motibus
Ioannis Lavrentii Lydi Liber de Ostentis et Calendaria Graeca Omnia. Wachsmuth, Kurt, editor. Leipzig: Teubner, 1897.
Καθόλου τοίνυν περὶ τῶν ἐν τῇ γῇ γινομένων σεισμῶν καὶ τῆς τούτων αἰτίας, καθὰ τοῖς παλαιοῖς διείληπται, ῥητέον δυσεπηβόλου[*]() τε καὶ σχεδὸν ἀτεκμάρτου[*]() αὐτοῖς τοῦ τοιούτου εἴδους καταληφθέντος· ἐπεὶ τοίνυν τοῖς περὶ τὴν γῆν πάθεσιν μίαν ἐκ πασῶν τὴν περὶ τοῦ καταγείου[*]() πυρὸς αἰτίαν τέως ἀποδεχομένους ὁρῶμεν, ἐπεὶ καὶ τοὺς τόπους, ἐν οἷς συνεχῶς σάλοι συμβαίνουσιν, ἐπετήρησαν.
καὶ γὰρ τὸ πῦρ διεργαζόμενον cetera quae apud Lydum cap. 53 p. 107 v. 14 usque ad p. 109 v. 10 leguntur.
οἱ δέ γε τῶν φυσικῶν ἀκριβέστερον περὶ σεισμῶν ἀναλαβόντες τὴν αὐτῶν γένεσιν οὕτως πώς φασιν. ἔστι φανερὸν ὅτι ἀναγκαῖον καὶ ἀπὸ ὑγροῦ καὶ ἀπὸ
ξηροῦ γίνεσθαι ἀναθυμίασιν cetera quae leguntur per totum caput octavum Aristotelis meteorologic. lib. II; et explicit: περὶ μὲν οὖν σεισμῶν καὶ ὅντινα τρόπον γίγνονται τὰ παρὰ τῶν παλαιῶν εὑρήματα τοσαῦτα.Ἃ δὲ καὶ περὶ τοῦ προγνῶναι τὴν αὐτῶν γένεσιν, ὅσον κατὰ δύναμιν ἀνθρώποις ἐσημειώθη, συναγαγόντες εἰς ἓν σύνοπτον[*]() παραθεῖναι διέγνωμεν.