Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ.

>Ἕως τοῦ παρόντος χρόνου τῆς ἀνοσίου βουλήσεως >διωκούσης τοὺς τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν >καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα πασῶν τῶν ἐκκλησιῶν τοὺς >οἴκους ἢ ὑπὸ ἀμελείας διεφθάρθαι ἢ φόβῳ τῆς >ἐλάττονας τῆς ἀξίας γεγενῆσθαι, ἀδελφὲ προσφιλέστατε·

νυνὶ δὲ τῆς ἐλευθερίας >ἐλευθερίας ἀποδοθείσης καὶ τοῦ δράκοντος ἐκείνου >κοινῶν διοικήσεως τῇ τοῦ παντουργοῦ θεοῦ προνοίᾳ ἡμετέρᾳ δὲ >ὑπηρεσίᾳ διωχθέντος, ἡγοῦμαι πᾶσι φανερὰν γεγενῆσθαι >δύναμιν καὶ τοὺς ἢ φόβῳ ἢ ἀπιστίᾳ ἢ ἁμαρτήμασί τισι περιπεσόντας >ἐπιγνόντας τε τὸν ὄντως ὄντα θεὸν ἥξειν ἐπὶ τὴν ἀληθῆ καὶ ὀρθὴν >πίστιν καὶ κατάστασιν τοῦ βίου.

ὅσων τοίνυν ἢ αὐτὸς προΐστασαι >ἐκκλησινῶν ἢ ἄλλους τοὺς κατὰ τόπον προϊσταμένους ἐπισκόπους >πρεσβυτέρους τε ἤ διακόνους οἶσθα, ὑπόμνησον σπουδάζειν περὶ τὰ >ἔργα τῆς οἰκοδομίας τῶν ἐκκλησιῶν, ἢ ἐπανορθοῦσθαι τὰ ὄντα ἢ καὶ >εἰς μείζονα αὔξειν ἢ ἔνθα ἂν ἡ χρεία ἀπαιτῇ καινὰ ποιεῖν.

αἰ- >τήσεις δὲ καὶ αὐτὸς καὶ διὰ σοῦ οἱ λοιποὶ τὰ ἀναγκαῖα παρά τε τῶν >ἡγεμονευόντων καὶ τῆς ἐπαρχικῆς τάξεως. τούτοις γὰρ ἐπεστάλη >πάσῃ σπουδῇ ἐξυπηρετήσασθαι τοῖς ὑπὸ τῆς σῆς ὁσιότητος λεγομέ- >νοις. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ«.

[*](1—S. 145, 7 vgl. Thdt. I 14, 12 p. 58, 17 — 1 18, 1 p. 64, 3)[*](A2)[*](14 βουλήσεως Thdt.] βουλίδος Α2 20 παντουργοῦ κρατορος A2 22 nach ἁμαρτήμασι ist μασι wiederholt, aber von 1. Hd. gestrichen A2 26 πρεσβυτέρους τε ἢ διακόνους =Thdt.] πρεσβυτέρων τε ἢ διακόνων A2 32 διαφυλάξει corr. in διαφυλάξαι A2 )
142

Ταῦτα μὲν οὐν περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομίας πρός τε τὸν αὐτὸν Εὐσέβιον τὸν Παμφίλου καὶ τοὺς καθ’ ἑκάστην ἐπαρχίαν προστατεύοντας ἐπισκόπους ἐπέστελλεν.

ὁποῖα δὲ καὶ περὶ τῆς τῶν ἱερῶν βιβλίων κατασκευῆς πρὸς τὸν αὐτὸν Εὐσέβιον τὸν Παλαιστινὸν ἔγραψεν, ἐξ αὐτῶν τῶν γραμμάτων καταμαθεῖν εὐχερές.

  • Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου περὶ τῆς τῶν ἱερῶν κατασκευῆς βιβλίων.