Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

καὶ τὴν μετὰ ταῦτα πάλιν κατ᾿ αὐτῆς ὑπὸ τοῦ μισαγάθου ἐχθροῦ δαίμονος διὰ τοῦ παμμιάρου Ἀρείου κινηθεῖσαν μηχανήν,

καὶ ὡς αὐτοῦ ἕνεκα καὶ τῶν ἀσεβῶν αὐτοῦ βλασφημιῶν, ὧν κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ ἐβλασφήμησεν, ἡ ἐν Νικαίᾳ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ἐκ κελεύσεως τοῦ θεοῦ διὰ τοῦ αὐτοῦ θεράποντος τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου γεγένηται· τά τε ἐν αὐτῇ

ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ τῶν ἐκεῖσε ἁγίων ἀρχιερέων τριακοσίων τὸν ἀριθμὸν ὀρθοδόξων ὑπὲρ τῆς ἀποστολικῆς καὶ ὀρθοδόξου πίστεως πραγματευθέντα ὁ λόγος ἡμῖν κατὰ δύναμιν Χριστοῦ τοῦ θεοῦ ἡμῶν χάριτι τρανῶς παρέδωκε.

Βαδιῶ δὲ ἐντεῦθεν ἑξῆς ἐπὶ τὴν τῆς βασιλικῆς εὐσεβείας διήγησιν, καὶ ὅπως ἄληκτον εἶχε τὴν ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ θεοῦ μέριμναν.

Περὶ τῆς ἀνενδότου τοῦ βασιλέως περὶ τὰ θρῖσ σπουδῆς. Πολὺς καὶ ἄφατος ἐνῆν αὐτῷ ὁ περὶ τὸν χριστιανισμὸν πυρσὸς πάντας ἄγειν καὶ τοὺς ἔξω ἐπὶ τὴν ἀληθῆ τοῦ θεοῦ τοῦ ζῶντος [*](22 vgl. S. 45, 9) [*](A2) [*](2 τῶν 〈πρώτων〉 Hei. 3 τοῦ] Hei. 4 τὰ 1 wieder getilgt Α2 10 corr. A. Mai)

141
ἐπίγνωσιν. πᾶσι γὰρ τοῖς ὑπὸ τὴν Ῥωμαίων τελοῦσιν ἡγεμονίαν ἐπέστελλε δήμοις, τῆς μὲν προτέρας αὐτοὺς ἀπαλλαγῆναι ἀπάτης παρεγγυῶν, ἐπὶ δὲ τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ διδασκαλίαν ἑαυτοὺς μεταθεῖναι προτρέπων καὶ ἐπὶ ταύτην ἅπαντας τὴν ἀλήθειαν ἀπιέναι παρεκάλει, ἀποστολικῷ μᾶλλον ἢ βασιλικῷ χρώμενος σκοπῷ.

τοὺς δὲ κατὰ πόλιν ἐπισκόπους ἐπὶ τὰς τῶν ἐκκλησιῶν οἰκοδομὰς διήγειρε, καὶ οὐ γράμμασι μόνοις ἐπὶ τοῦτο προτρέπων, ἀλλὰ καὶ χρήματα φιλοτίμως δωρούμενος καὶ τὰ τῆς οἰκοδομῆς δαπανήματα ἅπαντα χορηγῶν. δηλοῖ δὲ καὶ τὰ γραφέντα παρ’ αὐτοῦ, τοῦτον ἔχοντα τὸν τρόπον·

  • Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου πρὸς Εὐσέβιον τὸν Παμφίλου περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομῆς.