Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

»Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ ἐπισκόπῳ. >Κατὰ τὴν ἐπώνυμον ἡμῶν πόλιν, θεοῦ συναιρομένης προνοίας, >μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἑαυτοῦ ὁ Χριστὸς >ἀνατέθεικεν, ὡς πάντων ἐκεῖσε πολλὴν λαμβανόντων τὴν αὔξησιν >σφόδρα ἄξιον ἡμῖν καταφαίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ

>κατασκευασθῆναι πλείους. τοιγάρτοι δέδεξο προθυμότατα τὸ δόξαν τῇ ἡμε- >τέρᾳ προαιρέσει. πρέπον τοῦτο κατεφάνη ἡμῖν δηλῶσαι τῇ σῇ >συνέσει, ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις >εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐπαρακόμιστα ὑπὸ τεχνικῶν >καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι >κελεύσειας, τῶν θείων μάλιστα, ὡν τήν τε ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ >τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις.

ἀπέσταλται δὲ >γράμματα παρὰ τῆς ἡμετέρας ἡμερότητος πρὸς τὸν τῆς διοικήσεως >καθολικόν, ὅπως ἅπαντα τὰ πρὸς τὴν ἐπισκευὴν αὐτῶν ἐπιτήδεια >παρασχεῖν φροντίσῃ.

ἵνα γὰρ ὡς τάχιστα τὰ γραφέντα σωμάτια >κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο γενήσεται, καὶ γὰρ >δύο δημοσίων ὀχημάτων ἐξουσίαν εἰς διακομιδὴν ἐκ τῆς αὐθεντίας >τοῦ γράμματος ἡμῶν λαβεῖν σε προσήκει.

οὕτω γὰρ ἂν μάλιστα τὰ >καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθείη, >ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων >ὃς ἐπειδὰν ἀφίκοιτο πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλαν- >θρωπίας. ὁ θεὸς διαφυλάξει σε, ἀδελφὲ«.

Ικανὰ μὲν οὖν καὶ ταῦτα τεκμηριῶσαι, μᾶλλον δὲ διδάξαι σαφῶς, ὅπως ὁ πανεύφημος βασιλεύς, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν, πᾶσαν εἰς τὰ θεῖα μετατέθεικε τὴν σπουδήν.