Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἀλλὰ καὶ τούτων οὕτως δειχθέντων κρίσει τοῦ τὰ πάντα ἐφορῶντος θεοῦ, δέον καταδύεσθαι τοὺς κατηγόρους καὶ τῶν δικαστῶν τοὺς συνειδότας καὶ εὔχεσθαι χῆναι καὶ αὐτὴν τὴν γῆν ἐπ’ αὐτοὺς καὶ ἄρδην λαβεῖν αὐτούς, τοὐναντίον ἐποίησαν. θορύβου γὰρ καὶ στάσεως ἐνέπλησαν τὸ συνέδριον γόητα ἀποκαλοῦντες τὸν Ἀθανάσιον καί τισι μαγγανείαις ἀπατᾶν αὐτὸν λέοντες τῶν ἀνθρώπων τὰς ὄψεις.

καὶ ἐπαναστάντες ἐπ’ αὐτὸν διασπᾶν ἐπεχείρουν καὶ κατασφάττειν τὸν τῆς εὐσεβείας ὑπέρμαχον, κινοῦντες, ὠς εἰπεῖν, καὶ αὐτὴν τὴν γῆν καὶ κονιορτὸν βάλλοντες εἰς τὸν ἀέρα κατ’ ἐκείνους τοὺς κατὰ τοῦ θείου ἀποστόλου Παύλου ποτὲ κράζοντας καὶ λέγοντας·

»αἴρετε αὐτὸν ἐν τάχει· οὐ γὰρ καθήκει αὐτὸν ζῆν«. ἀλλ’ οἱ παρὰ [*](31 Tgl. Archimedes bei Simplicius 424 — 32 vgl. Act. 22, 23 — 34 vgl. Act. 22, 22) [*](A2) [*](10 μίσος A 2 corr. Cer. (vgl. S. 178, 32) 12 ἡσυχίας am Rand von 1. Hd. nachgetragen A 2 18 τούτω ἐπιζητούμενος, μετὰ σφαγὴν δὲ ὑβρισμένος 26 χῇναι mit iota subscr. A 2 )

178
τοῦ βασιλέως τὴν τῆς εὐταξίας πρόνοιαν πιστευθέντες τὸν φόνον ἐκώλυοαν. ἐξαρπάσαντες γὰρ τὸν νικηφόρον καὶ σκάφους ἐπιβῆναι παρασκευάσαντες τὴν σωτηρίαν προὐξένησαν. ὁ δὲ θεῖος Ἀθανάσιος ἐπιβὰς τοῦ σκάφους ἐπὶ τὸ στρατόπεδον ὥρμησεν ἐκφυγὼν τῶν μιαιφόνων τὰς χεῖρας.

Αὐτοὶ δέ, ὡς εἶχον, ἐπὶ τὸν Μαρεώτην τινὰς τῶν ὁμοφρόνων ἐπισκόπους ἀπέστειλαν, Θεόγνιον τὸν Νικαίας, Μάριν Χαλκηδόνος, Θεόδωρον τὸν Ἡρακλεώτην τῆς Θρᾴκης, Νάρκισσον τὸν Κίλικα, Οὐρσάκιον καὶ ἄλλους τινὰς τοὺς αὐτῶν ὁμόφρονας, ἐπὶ τῷ κατὰ μονομέρειαν πρᾶξιν αὐτοὺς ὑπομνημάτων ἐκεῖσε κατὰ Ἀθαναοίου συστήσασθαι (ὁ δὲ Μαρεώτης ἐν τῇ Ἀλεξανδρείᾳ ἐστίν, ὁμώνυμος τῆς λίμνης Μαρίας, πλησίον αὐιῆς ὤν) ἐντειλάμενοι αὐτοῖς,

εἰς τάχιστα καὶ τὸν τῶν κακῶν αὐθέντην Ἄρειον στεῖλαι πρὸς αὐτοὺς εἰς τὴν Αἰλίαν, τοῦτ᾿ ἔστιν εἰς τὰ Ἱεροσόλυμα, ἐκεῖσε ἀπὸ τῆς Τύρου ἐξορμήσασι σὺν τοῖς ἐν τῇ συνόδῳ ἐπισκόποις· τὴν γὰρ σύνοδον ἅπασαν ἀπὸ τῆς Τύρου ἐπὶ τὰ Ἱεροσόλυμα συνελθεῖν μετὰ τῶν ἁπάντων ὁ βασιλεὺς ἁπανταχόθεν ἐπιοκόπων καὶ αὖθις παρηγγύησεν, ὥς μοι καὶ πρότερον εἴρηται, ἐπὶ τῷ τοὺς ἐκεῖσε ὑπ᾿ αὐτοῦ δομηθέντας καθιερῶοαι ναούς.

συναπέστειλε δὲ καὶ τῶν εὐνουστέρων ἀρχόντων τινάς, εὐσεβείᾳ καὶ πίστει λαμπρυνομένους, φιλοτίμως ἅπασι πάντα δι᾿ αὐτῶν χορηγηθῆναι κελεύσας, οὐ μόνον ἀρχιερεῦσι καὶ ἱερεῦσι καὶ τοῖς τούτοις συνεπομένοις, ἀλλὰ καὶ τοῖς δεομένοις ἅπασι τοῖς πανταχόθεν συντρέχουσιν, ἀφάτου πλήθους συρρέοντος ἐκ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς κατὰ τὴν ἀνατολὴν γῆς ἐκεῖσε εἰς τὰ ἐγκαίνια τῆς νέας Ἱερουοαλήμ. διεκοσμεῖτο δὲ καὶ τὸ θεῖον θυσιαστήριον βασιλικοῖς παραπετάσμασι καὶ κειμηλίοις λιθοκολλήτοις χρυσοῖς.

Τοῦ δὲ ἀσεβοῦς Ἀρείου φθάοαντος εἰς τὴν Αἰλίαν τῇ τῶν ἐγκαινίων ἡμέρᾳ σὺν προθυμίᾳ πολλῇ, ἀκούσαντος μάλιστα ἀπολείπεσθαι τὸν Ἀανάσιον τῆς ἑορτῆς ἐκείνης, ἀσμένως ὑπὸ τῶν ὁμοφρόνων, λέγω δὴ τῶν περὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ Πατρόφιλον τὸν Σκυθοπολίτην, ὑπεδέχθη.

οἱ δὲ τῆς ὀρθῆς ἀντιποιούμενοι πίστεως, ἔδοντες τὸν Ἄρειον, ὡς μῦσος αὐτὸν ἀπεοτράφησαν καὶ τῆς ἐκκλησίας ἐξήλασαν καὶ τῆς ουνόδου διωχθῆναι προσἐτοξαν, ἐπὶ τῇ κατὰ Ἀλεξάνδρειαν αὐτοῦ ἀκουσθήσεσθαι συνόδῳ, ἐν ᾗ καὶ ἑάλω, ὁρισά- [*](18 8. S. 174, 29 — 27—S. 179, 2 Johannes?) [*](A2) [*](1 τὸν φόνον im Text undeutlich, am Rand wiederholt A2 9 am Rand von 1. Hd. ὁμογνώμονας A2 14 f ἐξορμάσασι A2 30 τῶν Holl] τὸν A2)

179
μενοι, καθά, φασί, καὶ ὁ φιλόχριστος ἡμῶν βασιλεὺς Κωνσταντῖνος ἐκἐλευσεν.

Οὕτω δὴ τοῦ λυμεῶνος ἐκποδὼν γενομένου καὶ τῆς ἑορτῆς εἰρηνικωτάτης καὶ λαμπροτάτης γενομένης, ὁ πανεύφημος βασιλεὺς καὶ λίαν πιστότατος τὴν τῆς πανηγύρεως λαμπρότητα καὶ πολυτέλειαν μεμαθηκώς. θυμηδείας ὅτι μάλιστα πλείστης ἔμπλεως γέγονε καὶ τὸν τῶν ἀγαθῶν πρύτανιν ὑπερύμνησεν, ὅτι καὶ ταύτην αὐτῷ τὴν αἴτησιν δέδωκε.