Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

τῆς μὲν οὖν τῶν ἐγκαινίων ἑορτῆς οὕτως οὕτως τελεσθείσης, οἱ πλεῖστοι τῶν ἐπισκόπων ἐπὶ τὰς οἰκείας ἐπανῆλθον πατρίδας, ὅσοι μάλιστα τῇ ἐν Τύρῳ συνόσῳ γεγενημένῃ οὐ συνήδρευσαν.

οἱ δὲ τῆς φρατρίας Εὐσεβίου τοῦ Νικομηδείας, ὅσοι σὺν αὐτῷ τὴν λώβην Ἀρείου εἰσεδέξαντο, σὺν αὐτῷ Εὐσεβίῳ καὶ τοῖς ἄλλοις ἐπισκόποις τὴν Τύρον κατειλήφασι, περιμένοντες ἐκεῖσε τοὺς ὁμόφρονας ἀπὸ τοῦ Μαρεώτου.

Ἐν δὲ τῷ μεταξὺ φθάσας τὸ κομιάτων ὁ μέγας Ἀθανάσιος πρόσεισι τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάιω̣ βασιλεῖ Κωνσταντίνῳ καὶ πᾶσαν τὴν κατ’ αὐτοῦ τολμηθεῖσαν ἐδίδαξε τραγωιδίαν. ὁ δὲ συμπαθέστατος καὶ χρηστότατος βασιλεὺς Κωνσταντῖνος ὑπεραλγήσας τὴν ψυχὴν ἐπὶ τοῖς κατὰ Ἀθανασίου τετολμημἐνοις καὶ κινηθεὶς ἐΠὶ τῇ

κατ’ αὐτοῦ ἀδίκῳ γεγενημένῃ κρίσει, μετὰ δακρύων μάλιστα ἐξαιτοῦντος τοῦ Ἀθανασίου κληθῆναι τούς τε κατηγόρους καὶ τοὺς δικαστὰς καὶ ἐπὶ αὐτοῦ τοῦ εὐσεβοῦς βασιλέως ἀνανεώσασθαι τὴν κρίσιν, πέμπει τοῖς ἐν Τύρῳ ἀπὸ τῆς Αἰλίας ἀναζεύξασα γράμματα ὁ βασι- λεύς, σημαίνοντα πρὸς οὐτῶ μὲν εἶναι τὸν Ἀθανάσιον, οὐτοὺς δὲ ὡς τάχιστα φθάσαι εἰς τὴν Κωνσταντινούπολιν. τὰ δὲ γραφέντα ἐστὶ ταυτα·

  • Ἐπιστολὴ τοῦ θεοφιλοῦς βασιλέως Κωνσταντίνου πρὸς τοὺς ἐν Τύρῳ ἀπὸ τῆς Αίλίας ἀναζεύξαντας ἐπισκόπους.
  • »Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τοῖς ἐν Τύρῳ πάλιν συνελθοῦσιν ἐπισκόποις.

    Ἐγὼ μὲν ἀγνοῶ, τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ τοσούτου θορύβου καὶ χειμῶνος κριθέντα· δοκεῖ δὲ πως ὑπό τινος ταραχώδους ἀνταξίας ἡ ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς πλησίον ἐρεσχελίαν , ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ τῷ [*](– 10 vgl. Thdt. I 31, 3 p 88 — 10—26 Johannes? — 29—S. als Athan. apol. ad Ar. 86, der Quelle ist ür Socr. I 34 p. 158 ff. Soz. II 28. Johannes? (vgl. G. LoeschckeRhein. Mus. LXI, 34 ff.)) [*](A2)

    180
    θεῷ ἀρέσκοντα μὴ συνορῶντες.

    ἀλλ’ ἔστω τῆς θείας προνοίας >ἔργον τὸ τὰ τῆς φιλονεικίας ἤγουν μᾶλλον κακουχίας ὑμῶν δεινὰ >φανερῶς ἁλόντα διασκεδάσαι καὶ ἡμῖν διαρρήδην δεῖξαι, εἴ τινα τῆς >ἀληθείας συνελθόντες αὐτόθι ἐποιήσασθε φροντίδα καὶ εἰ τὰ κεκρι- >μένα χωρίς τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε.

    τοιγαροῦν >ἠπειγμένως πάντας ὑμᾶς πρὸς τὴν ἐμὴν ἐλθεῖν εὐλάβειαν βούλομαι, >ἳνα τὴν τῶν πεπραγμένων ὑμῖν ἀκρίβειαν δι’ ἑαυτῶν ἐπ’ ἐμοῦ παρα- >στήσητε. τίνος δὲ ἕνεκα ταῦτα γράφαι πρὸς ὑμᾶς ἐδικαίωσα καὶ >ὑμᾶς διὰ τοῦ γράμματος πρὸς ἐμαυτὸν ἐκάλεσα, ἐκ τῶν ἑπομένων >γνώσεσθε.

    >Ὡς Ἀθανάσιος, ὁ ἐπίσκοπος τῆς κατὰ Ἀλεξάνδρειαν ἐκκλησίας, >ὁ τοῦ θείου νόμου φοιτητής, πρὸς μέ ἐστιν, ὃς εἰσιόντι μοι ἀπὸ >προκέσσου ἐπὶ τὴν ἐπώνυμον ἡμῶν καὶ πανευδαίμονα Κωνσταντι- >νούπολιν πρόσεισιν ἐν μέσῳ τῆς λεωφόρου μετὰ ἑτέρων τινῶν ὡν >παρὶ ἑαυτὸν εἶχε, πενθῶν δὲ καὶ ὀλοφυρόμενος, αἰφνίδιόν τε τὴν >προέλευσιν ἐποιήσατο οὕτως, ὥστε καὶ ἐκπλήξεως ἀφορμὴν ἡμῖν >παρασχεῖν.

    μαρτυρεῖ μοι γὰρ ὁ πάντων ἔφορος θεός, ὅτι οὔτε >ἐπιγνῶναι αὐτόν, ὅστις ἦν, κατὰ τὴν πρώτην ὄψιν ἠδυνήθην, εἰ μὴ >τῶν ἠμετέρων τινές, ὅστις <ἦν> καὶ τὴν ἀδικίαν, ἣν πέπονθε παρ’ ὑμῶν, >διηγήσαντο πυνθανομένοις. οὕτως τεταπεινωμένον κοὶ κατηφῆ τεθεά- >μεθα τὸν ἄνδραν, ὥστε ἡμᾶς εἰς ἄφατον οἶκτον ἐπ’ αὐτῷ περιπεσεῖν, >γνόντας ἐκεῖνον εἶναι τὸν Ἀθανάσιον, οὗ ἡ ἱερὰ θέα, ἱκανὴ πρὸς τὸ >εἰς τὸν τῶν ὅλων θεὸν σέβας καὶ τοὺς ἐθνικοὺς ἐφελκύσαι, ὅντινά >πάλαι πονηροί τινες ἄνδρες καὶ τῆς εἰρήνης καὶ ὁμονοίας ἀλλότριοι >συκοφαντίαις οὐ ταῖς τυχούσαις περιέβαλλον,