Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

τοῦτον οἱ Ἀθανασίου θεασάμενοι σύνοικοι ἤγαγον ἐν τῇ αὐτῶν καταγωγῇ, καὶ μαθόντες παρ’ αὐτοῦ τά τε τῆς τοῦ θεοῦ οἰκονομίας καὶ τὰ τῆς αὐτοῦ προθυμίας, λανθάνειν αὐτὸν ἐν τῷ τέως παρεκάλεσαν.

Ὁ δὲ μέγας Ἀθανάσιος ὑπὸ τὴν ἕωθεν κατέλαβε τὸ συνέδριον ἅμα Τιμοθέῳ καὶ Μακαρίῳ τοῖς ἑαυτοῦ πρεσβυτέροις καὶ τοῖς σὺν αὐτῷ ἀπὸ τῆς Ἀλεξανδρείας ἐκεῖσε παραγεινομένοις.

καὶ πρῶτον μὲν γύναιον εἰσήγαγον ἀκολασίᾳ συνεζηκός. ἡ δὲ ἀνέδην ἐβόα παρθενίαν μὲν ἐπαγγέλλεσθαι λέγοι·σα, τὸν δὲ Ἀθανάσιον ἐπιξενωθέντα εἰς τὴν αὐτῆς καταγωγὴν βιάσασθαι αὐτὴν καὶ ἄκουσαν διαφθεῖραι. τούτων ὑπ’ ἐκείνης λεγομένων εἰσῆλθεν ὁ κατηγορούμενος, συνῆν δὲ αὐτῷ ἅμα τοῖς ἄλλοις Τιμόθεος ὁ πρεσβύτερος, ἀνὴρ ἀξιάγαστος.

τῶν δὲ δικαστῶν ἀπολογήσασθαι πρὸς τὴν κατηγορίαν τὸν Ἀθανάσιον προσταττόντων ὁ μὲν Ἀθανάσιος ἐσίγησεν, ὡς οὐκ ὢν αὐτὸς ὁ κατηγορούμενος, ὁ δὲ Τιμόθεος ἔφη πρὸς τὴν γυναῖκα· »ἐγώ σοι, ὡ γύναι, συνέτυχον πώποτε; εἰς δὲ τὴν σὴν οἰκίαν εἰσελήλυθά ποτε«; ἡ δὲ ἀναιδέστερον ἐβόα, διαμαχομένη τῷ Τιμοθέῳ καὶ πρὸς αὐτὸν τὴν χεῖρα ἐξάγουσα καὶ κατεπέχουσα καὶ λέγουσα αὐτῶ τῷ Τιμοθέῳ· μου τὴν παρθενίαν ἀφείλου· σύ με τῆς σωφροσύνης ἐγύμνωσας· σύ μου τὸ σεμνὸν τῆς ψυχῆς ἠχρείωσας‘ καὶ τὰ ἄλλα ὅσα ἄλλα αἱ δι’ ἀκολασίας ὑπερβολὴν οὐκ ἔχοισαι τὴν αἰδῶ.

καὶ ἠν ὄντως ἔκπληξις <τὰ δ>ρώμενα καὶ παντὸς θαύματος μεῖζον, ὅτι Ἀθανάσιος μὲν κατηγορεῖτο, Τιμόθεος δὲ ἐνεκαλεῖτο. οὕτω δὴ τῶν τὸ [*](A2) [*](18 ἕωθεν nachträlich corr. in ἔω A 2 21 παρθενίαν Thdt.] παρθενίας 35 nach τ Raum für 2 Buchstaben; von späterer Hd. τ . . ρώμενα A2 erg. Ltz.)

177
δρᾶμα συντεθεικότων καταισχυνάντων , ἐρυθριασάντων δὲ καὶ τῶν δικαστῶν ὅσοι συνίστορες ἠσαν, ἐκβληθῆναι τὸ γύναιον προσέταξαν.

Τότε δὴ ὁ θεῖος Ἀθανάσιος ἔλεγε μὴ χρῆναι ἀφεθῆναι τὸ γύναιον, ἀλλ’ ἐξετάσαι καὶ μαθεῖν. οἱ δὲ συκοφάνται ἐβόων ἐβόων· ἕτερα κατηγορήματα χαλεπώτερα, οὐδαμῶς τἐχνῃ τινὶ καὶ δεινότητι διαλυθῆναι δυνάμενα· ὄψις γὰρ καὶ οὐκ ἀκοὴ δικάσει τοῖς δεικνυμένοις. ταῦτα εἰπόντες τὴν πολυθρύλλητον ἐκείνην ὑπέδειξαν λάρνακα καὶ τὴν τεταριχευμένην ἐγύμνωσαν χεῖρα.

τῶν δὲ ἐν τῷ συνεδρίῳ θεασάμενος ἕκαστος ἐβόησεν, οἱ μὲν τῶν συκοφαντῶν συνίστορες ἀληθὲς εἶναι τὸ μῦσος λέγοντες, οἱ δὲ τὸ μὲν ψεῦδος εἰδότες, κεκρύφθαι δὲ τὸν Ἀρσένιον ἔτι ζῶντα λέγοντες κατεγέλων.

μεγίστης δὲ ταραχῆς πεπληρωμένου τοῦ συνεδρίου καὶ μόλις βραχείας ἡσυχίας γεγενημένης, ἤρετο τοὺς δικαστὰς ὁ κατηγορούμενος Ἀθανάσιος, εἴ τις ἐν αὐτοῖς εἴη ἐπιστάμενος τὸν Ἀρσένιον. πολλῶν δὲ εἰρηκότων ἀκριβῶς εἰδέναι τὸν ἄνδρα ἐκέλευσεν ὁ Ἀθανάσιος τοῦτον ἀχθῆναι.

τοῦ δὲ εἰσελθόντος καὶ στάντος ἐν τῷ μέσῳ τοῦ συνεδρίου ἤρετο πάλιν ὁ Ἀθανάσιος, εἰ οὗτός ἐστιν Ἀρσένιος ὁ παρ’ ἐμοῦ μὲν ἀνῃρημένος, παρὰ δὲ τούτων μετὰ σφαγὴν ὑβρισμένος καὶ τῆς δεξιᾶς χειρὸς ἐστερημένος. συνομολογησάντων δὲ πλείστων ὅσων τῶν ἐν τῇ αὐτὸν αὐτὸν εἶναι τὸν Ἀρσένιον, τῆς ἐφεστρίδος αὐτὸν γυμνώ- σας ὁ θεῖος Ἀθανάσιος , ὑπέδειξεν ἄμφω τὰς χεῖρας τοῦ Ἀρσενίου, δεξιάν τε καὶ εὐώνυμον· »ἄλλην δέ«, ἔφη, »ζητείτω μηδείς· δύο γὰρ ἀνθρώπων ἕκαστος παρὰ τοῦ ποιητοῦ τῶν ὅλων ἐδεξάμεθα χεῖρας«.