Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

εἰ μὴ ἄρα ἄμυναν κατὰ τοῦ [*](16 vgl. S. 180, 5 — 24—S. S. 17 5, 19 Johannes? vgl. Vita Athan. 3 p. CXXXICe Montf.) [*](A 2) [*](14 erg. nach Thdt. unleserlich A 2 1 8 ἤγουν] εἴτ’ οὖν Thdt. 19 ἐπινοῆσαι Thdt.] ἐπινοήσατε A 2 21 ἐν > Thdt. 22 εὔκλειαν Thdt. 33 γινόμενα A2)

175
ἰδίου ἐπισκόπου Ἀθανασίου σοφιζόμενος ἐπανείλετο τὴν διόρθωσιν, πλέκων κατ’ αὐτοῦ ὑπονοίας παρεκβράσματα — καὶ εἰ μὲν φθόνος αἵτιος εὑρεθῇ, σπουδὴ αὐτοῖς τοῖς ἐν τῇ συνόδῳ ἐπισκόποις γένηται τοῦ εἰς εἰρήνην ἀμφοτέρους συνάψαι, εἰ δὲ πλαστῇ τινι μεταμελείᾳ κέχρηται Ἄρειος, καταλάβοι πάλιν τὴν Ἀλεξάνδρειαν κἀκεῖ περὶ τούτου κρινοιτο.

Ταῦτ᾿ ἔγραφε βασιλεὺς ὁ πανεύφημος τῆς τῶν ἁπάντων ὁμονοίας προμηθούμενος, ὅπως ἂν ἐκεῖσε πάσης ἐρεσχελίας ἐκποδὼν γενομένης, εἰρηνικώτερον τὰ ἐγκαίνια τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐκτελέσωσι,

καθιεροῦντες αὐτὴν τῷ θεῷ ἀλλ’ ὁ μὲν ἀνόσιος Ἄρειος ἀπαντῆσαι ἐν τῇ συνόδῳ ἐν τῇ Τύρῳ οὐκ ἠνείχετο, Ἀθανάσιος δὲ ὁ μέγας ταύτην σὺν Τιμοθέῳ καὶ Μακαρίῳ τοῖς αὐτοῦ πρεσβυτέροις καὶ πλείστοις ἄλλοις συνεπομένοις αὐτῷ κλητικοῖς καὶ αἰδεσίμοις ἀνδράσι τὴν Τυρίων κατέλαβε σὺν προθυμίᾳ πολλῇ.

οὕτω δῆτα συνελθόντων ἐπισκόπων εἰς τὴν Τύρον καὶ ἅμα πάντων σὺν τῷ ὑπατικῷ Διονυσίῳ καὶ τοῖς σὺν αὐτῶ̣ ἐξοχωτάτοις ἀνδράσιν τετιμημένοις καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι ἐπὶ τὸ αὐτὸ γενομένων ἀπεδόθησαν ὑπὸ τοῦ ἀπὸ ὑπατικῶν Διονυσίου τῇ τῶν ἐπισκόπων συνόδω τὰ τοῦ βασιλέως γράμματα.

ἀφίκοντο δὲ καὶ ἄλλοι τινὲς ἐπίσκοποι δογμάτων διαφθορὰν ἐγκαλούμενοι, ὡν εἷς ἠν Ἀσκληπᾶς ὁ Γαζεύς. βούλομαι δὲ πρῶτον τὰς τῆς κατὰ τοῦ ἁγίου Ἀθανασίου κατηγορίας κατηγορίας τραγῳδίας τῇδε τῇ συγγραφῇ, εἶθ’ οὕτως τὰ κατὰ τὸ πολυθρύλλητον δικαστήριον διηγήσασθαι.

Ἀρσένιός τις πρῶτον μὲν γενόμενος Ἀθανασίου ἀναγνώστης ἐπὶ ἐγκλήμασί τισι ἐναγόμενος καὶ μέλλων ὑπὸ τοῦ πλήθους διαφθ<είρε>σθαι, ἔγνω τοῦτο ὁ μέγας Ἀθανάσιος (διερευνησάμενος γὰρ τὴν τὴν τοῦτον τὸν τρόπον διεσώθη· μαθὼν γὰρ συκοφαντεῖσθαι τὸν Ἀρσένιον, ἐπιστὰς νυκτὸς διασώζει τὸν ἄνδρα, φυγῇ τὸν φόνον ἀποδρᾶναι τοῦτον παρασκευάσας.

ὅντινα μετὰ ταῦτα οἱ Μελιτίου κοινωνοὶ εὑρόντες κατὰ τὴν Αἴγυπτον, τὸ τῆς ἐπισκοπῆς αὐτῷ παρασκευάζουσι δοθῆναι ὄνομα. μετὰ δὲ χρόνον τινὰ καθ’ ὑπόθεσιν Εὐσεβίου τοῦ Νικομηδείας (αὐτὸς γὰρ ἦν ὁ πανταχοῦ κατὰ τῶν εὐσεβῶν πολυπλόκους συκοφαντίας ἐπιτεχνώμενος) αὐτὸν τοῦτον τὸν Ἀρσένιον κατακρύψαντες οἱ τῆς Μελιτίου συμμορίας λαθεῖν αὐτὸν [*](19—23 vgl. Thdt. I 29, 7 p. 85 — 23—34 Johannes? vgl. Rutin X 18 p. 34—S. 179, 10 vgl. Thdt. I 30—31, 3 p. 85 ff (erweitert)) [*](A 2) [*](16 ὐπατικῷ aus ὑπατικῶν corr. A 2 17f γενομένῳ A 2 25 Stelle in A 2 34 corr. aus Μελετίου A2)

176
ἐπὶ πλεῖον ἔξωσαν.

ἔπειτα χεῖρα δεξιὰν ἀπό τινος σώματος ἐκτεμόντες νεκροῦ καὶ ταύτην ἐν λάρνακι ξυλίνῃ τεταριχευμένην ἀποθέμενοι, πανταχοῦ περιέφερον, πεφονεῦσθαι καὶ κατατετμῆσθαι λέγοντες ὑπὸ Ἀθανασίου τὸν Ἀρσένιον, μιαιφόνον τε ἀπεκάλουν τὸν Ἀθανάσιον.

ἀλλ’ ὁ πάντα ἐφορῶν ὀφθαλμὸς τοῦ θεοῦ οὐκ εἴασέν ἐΠὶ πλεῖστον λανθάνειν τὸν Ἀρσένιον, ἀλλὰ πρῶτον μὲν ἐν Αἰγύπτῳ καὶ Θηβαίδι δῆλος γέγονεν ὅτι ζῇ, ἔπειτα ἐνέβαλεν αὐτῶ ὁ θεός, ὡς αὐτὸς ἐς ὕστερον διηγήσατο, τὴν παρὰ τοῦ Ἀθανασίου παρὰ πᾶσαν ἐλπίδα πρυτανευθεῖσαν αὐτῷ σωτηρίαν διαλογίσασθαι ἔτι τε καὶ ἀδικεῖν αὐτὸν καὶ παρανομίαν μεγίστην ἐργάζεσθαι, εἰ τὸν εὐεργέτην παρίδοι θανάτῳ ἕνεκεν αὐτοῦ ὑποβληθῆναι καὶ μὴ μᾶλλον αὐτὸν ὑπὲρ ἐκείνου τεθνάναι. ἄγει οὐν αὐτὸν ὁ τῶν ὅλων πρύτανις ἐν τῇ Τύρῳ, ἔνθα ἡ τραγῳδουμένη χεὶρ ὑπὸ τῶν συκοφαντῶν ἐπὶ τῶν κριτῶν προεφέρετο.