Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

»Κωνσταντῖνος Νικητὴς Μέγιστος Σεβαστὸς τῇ ἁγίᾳ συνόδῳ τῇ >ἐν Τύρῳ συναδροισθείσῃ.

>Ἦν μὲν ἴσως ἀκόλουθον καὶ τῇ τῶν καιρῶν εὐπραγίᾳ >πρέπον ἀστασίαστον εἶναι τὴν καθολικὴν ἐκκλησίαν καὶ πάσης λοι- >δορίας τοὺς τοῦ Χριστοῦ νῦν ἀπηλλάχθαι θεράποντας.

ἐπειδὴ δὲ >τοίνυν οὐχ ὑγιῶς φιλονεικίας οἴστρῳ τινὲς ἐλαυνόμενοι (οὐ γὰρ ἂν >ἄλλο τι εἴποιμι) βιοῦντες ἑαυτῶν ἀναξίως τὰ πάντα συγχέειν >χειροῦσιν, ὅπερ πάσης συμφορᾶς κεχωρηκέναι μοι δοκεῖ >τούτου χάριν θέοντας ὑμᾶς, τὸ τοῦ λόγου, προτρέπομαι χωρίς >ὑπερθέσεως ἐπὶ τὸ αὐτὸ συνδραμεῖν καὶ πληρῶσαι τὴν >πνευματικῆς πανηγύρεως ἐπαμῦναί τε τοῖς χρῄζουσιν >τοὺς δὲ ἀδελφοὺς ἰατρεῦσαι κινδυνεύοντας εἰς ὁμόνοιαν ἐπαναγαγεῖν >τὰ τῶν μελῶν διεστῶτα διορθώσασθαί τε τὰ πλημμελούμενα, >καιρὸς ἐπιτρέπει, >καιρὸς ἵνα ταῖς τοσαύταις ἐπαρχίαις τὴν >δῶτε συμφωνίαν, ἥν, φεῦ τῆς ἀτοπίας, ἐλαχίστων ἀνθρώπων ἁπώ- >λεσαν ὑπεροψίαι.

ὅτι δὲ τοῦτο καὶ τῷ δεσπότῃ θεῷ ἐστὶν ἀρεστὸν >καὶ ἡμῖν πᾶσιν εὐχῆς ὑπέρτερον καὶ ὑμῖν γε αὐτοῖς, ἐάν γε τὴν εἰρή- [*](20 — S. 174, 23 vgl. Thdt. I 29 p.) [*](A 2) [*](1 κἀκεῖσε Thdt.] κἀκεῖ A 2 8 ψηφίζεται A 2 12 Καισαρέων 23 τοίνυν von 1. Hd. durchstrichen A 2 > Thdt. Ι ὑγιῶς corr. von späterer in ὑγιοῦς A 2 (Thdt.))

174
>νην ἀνακαλέσησθε, οὐ τῆς τυχούσης ἄξιον εὐδοξίας.

>πους συνομολογεῖν ἡγοῦμαι. μὴ τοίνυν μέλλετε λοιπόν, ἀλλ’ >ἐπιτείναντες ἐντεῦθεν ἤδη τὰ τῆς προθυμίας. ὅρον τοῖς >ἐπιθεῖναι σπουδάσατε τὸν προσήκοντα, μετὰ πάσης εἰλικρινείας >λαδὴ καὶ πίστεως συνελθόντες, εἰρήνην <τ᾿> ἐκείνην ἐν ἅπασι πρυτανευ- >θῆναι ὑμῖν τε καὶ πᾶσι προνοήσατε.

ἀπέστειλα πρὸς οὓς ἠβουλή- >θητε τῶν ἐπισκόπων, ἵνα παραγενόμενοι κοινωνήσωσιν ὑμῖν >φροντισμάτων. ἀπέστειλα Διονύσιον τὸν ἀπὸ ὑπατικῶν, ὃς καὶ >ὀφείλοντας ἀφικέσθαι εἰς τὴν σύνοδον μεθ’ ὑμῶν ὑπομνήσει, >τῶν πραττομένων ἐξαιρέτως δὲ καὶ τῆς εὐταξίας κατάσκοπος >έσται.

ἐὰν γάρ τις, ὡς ἔγωγε οὐκ οἶμαι, τὴν ἡμετέραν κέλευσιν >καὶ νῦν διακρούσασθαι πειρώμενος μὴ βουληθῇ παραγενέσθαι ἐν >συνόδῳ, ἐντεῦθεν παρ’ ἡμῶν ἀποσταλήσεται, ὅς ἐκ βασιλικοῦ >τάγματος ἐκβολὼν <αὐτὸν διδάξ> ει, ὡς οὐ προσῆκεν ὅροις >ὑπὲρ τῆς ἀληθείας ἐξενεχθεῖσιν ἀντιτείνειν ποτέ.

λοιπὸν ἔσται τῆς >ὑμετέρας ὁσιότητος ἔργον, ὁμογνώμονι κρίσει, μήτε πρὸς >μήτε πρὸς χάριν, ἀκολούθως δὲ μᾶλλον τῷ τε ἐκκλησιαστικῷ >ἀποστολικῷ κανόνι, τοῖς πλημμεληθεῖσιν ἤγουν κατὰ σφέλμα >βηκόσι τὴν ἁρμόττουσαν θεραπείαν ἐπινοῆσαι, ἵνα κοὶ >βλασφημίας ἐλευθερώσητε τὴν ἐκκλησίαν κοὶ τὰς ἐμὰς >φροντίδας καὶ τὴν τῆς εἰρήνης χάριν [ἐν] τοῖς νῦν >ἀποδόντες, μεγίστην εὐκληρίαν ὑμῖν αὐτοῖς προξενήσητε. ὁ >ὑμᾶς διαφυλάττοι, ἀδελφοὶ ἀγπητοί«.

Τὴν μὲν οὐν σύνοδον ἐν Τύρῳ γενέσθαι προστάξας ταῦτα γεγράφηκεν. ὡς γὰρ ἱερεῦσι τοῖς συκοφάνταις ἐπείθετο, εἰ καὶ τὸν τῆς εὐσεβείας τόνον εἶχεν ἀχαλίνωτον, ἀλλὰ διὰ τὸ νομίζειν αὐτὸν ἠδικῆσθαι τοὺς ἐναντίους, ὡς κριτὴς δίκαιος ἠνέσχετο καὶ ταύτης τῆς κελεύσεως, προστάξας μέντοι μετὰ τὴν τῆς συνόδου ἐκπλήρωσιν διευκρινησάσης ἕκαστα καταλαβεῖν πᾶσαν τὴν σύνοδον τὰ τῶν ἐγκαινίων τῆς ἐκεῖσε ὐπ’ αὐτοῦ δομηθείσης ἐκκλησίας ἵνεκα.

Γράφει δὲ καὶ ἑτέραν ἐπιστολὴν τῇ συνόδῳ, παρεγγυῶν ὥστε μὴ μόνον τὸν Ἀθανάσιον ἀπαντῆσαι τῇ συνόδῳ, ἀλλὰ γὰρ καὶ Ἄρειον καὶ γυμνασθῆναι εἰλικρινῶς τὰ παρ’ ἑκάστου γενόμενα, ἵνα εἰ, καθὼς λέγει Ἄρειος, φθόνῳ τὴν διαίρεσιν ὑπέστη τῆς ὀρθῆς ἐντὸς ὢν πίστεως, πρότερον ἑαυτοῦ καταγνοὺς ἐπὶ τοῖς παρ’ αὐτοῦ τελολμημένοις κατὰ τῆς ἀληθείας σιωπήσῃ —