Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἀλλ’ ὁ μὲν τῶν ἀποστολικῶν δογμάτων πολέμιος καὶ τὰς κατὰ [*](17 vgl. I Tim. 5, 19 — 35—S. 172, 4 Johannes?) [*](A 2) [*](23 βρέφος Thdt. γύναιον A 2 26 corr. nach Thdt. 27 ἀντέλεγον: anakoluthisch. Die bei Thdt. durchgeführte Participialkonstruktion ist 30 corr. nach Thdt.)

172
τῶν τῆς ἀληθοῦς πίστεως κηρύκων συκοφαντίας δραματουργεῖν ἐπιστάμενος, ὁ τῆς Νικομηδείας Εὐσέβιος ἅμα Θεογνίῳ τῇ κωνσταντινουπόλει ἐπεχωρίαζόν, εἶχον δὲ ἐάσαντες έν Ἀντιοχείᾳ τοὺς τῆς οἰκείας μοχθηρίας κοινωνούς, οἳ ἀντὶ τοῦ θείου Εὐσταθίου χειροτονοῦσιν Εὐλάλιον.

τούτου δὲ ὀλίγον λίαν έͅπιβιώσαντος χρόνον Εὐφράσιον τινὰ προεβάλοντο. καὶ τούτου δὲ τάχιστα τελευτήσαντος (ἐνιαυτὸν γὰρ ἕνα καὶ μῆνας ὀλίγους μετὰ τὴν χειροτονίαν ἐβίωσε) Φλακίτῳ τῆς ἐκκλησίας ἐκείνης τὴν προεδρίαν δοθῆναι πάντες δὲ οὗτοι ὁμοίως τὴν Ἀρείου ἀσέβειαν εἶχον ἐγκεκρυμμένην·

κρυμμένην· ὅθεν ἅπαντες οἱ τῆς ὀρθῆς καὶ εὐσεβοῦς πίστεως ἀντιποιούμενοι, οἱ τε τῶν ἱερωμένων καὶ τῶν τοῦ λαοῦ. τοὺς ἐκκλησιαστικοὺς καταλιπόντες συλλόγους καθ’ ἑαυτοὺς συνηθροίζοντο. Εὐσταθιανοὺς δὲ τούτους ὡνόμαζον πάντες, ἐπειδὴ μετὰ τὴν ἐκείνου συνέστησαν ἔξοδον.

τὸ μέντοι τρισάθλιον ἐκεῖνο γύναιον νόσω̣ χαλεπωτάτῃ καὶ μακροτάτῃ μετ’ οὐ πολὺ περιπεσὸν ἐξέφηνε τὴν ἐπιβουλὴν καὶ τὴν συκοφαντίαν ἐγύμνωσεν, οὐ δύο ἢ τρεῖς ἀλλὰ Πολλοὺς τῶν ἱερέων προσκαλεσαμένη καὶ τὰ τυρευθέντα παρὰ τῆς θαυμαστῆς τῶν ἀσεβῶν συμμορίας διδάξασα. ἔφη γὰρ ἐπὶ χρήμασι τὴν συκοφαντίαν ἐκείνην τετολμηκέναι, τὸν μέντοι ὅρκον μὴ πολὺ εἶναι ψευδῆ ἔλεγεν· Εὐσταθίου γὰρ τινος χαλκέως τὸ βρέφος εἰναι ἐβόα.

Ταῦτα μὲν οὖν ἐν Ἀντιοχείᾳ παρὰ τοῦ ἀσεβοῦς Εὐσεβίου καὶ τῶν ἀμφ’ αὐτὸν τετόλμηται τότε. ἀλλ’ οὐδὲ οὕτως οἱ ἀσεβεῖς ἐνετράπησαν τότε οὐδὲ κόρον ἐλάμβανον τῶν κατὰ τῆς ἀληθείας προμάχων συκοφαντιῶν, ἀλλ’ ἑωρακότες ὡς κατὰ γνώμην αὐτοῖς τὰ κατὰ τοῦ μεγάλου Εὐσταθίου ὑπήντησεν, ἕτερον πάλιν δρᾶμα κατὰ τοῦ θείου Ἀθανασίου συρράπτουσιν, ᾧ προσόμοιον οὐδεὶς τῶν ἀνδρῶν πώποτε κατετόλμησε.

κατηγόρους γὰρ πάλιν τινὰς ἐκ τῆς αὐτῆς Μελιτίου συμμορίας μισθωσάμενοι προσάγουσι τῷ βασιλεῖ κατὰ Ἀθανασίου βοῶντας ἀνοσιουργίας αἰσχρὰς τετολμηκέναι πολλὰς τὸν τῆς ἀρετῆς ἀθλητήν. ἡγεῖτο δὲ τούτων Εὐσέβιός τε καὶ Θεόγνιος καὶ Θεόδωρος ὁ Ἡρακλεώτης τῆς Θρᾴκης, οὐκ ἀνεκτὰ ταῦτ εἶναι λέγοντες οὐδὲ ἀκοαῖς φορητά.

πείθουσι δὴ οὐν τὸν βασιλέα σύνοδον ἐν Ἀντιοχείᾳ τῆς Συρίας συναθροισθῆναι κελεῦσαι, ἔνθα [*](4—21 vgl. Thdt. I 22, 1ff p. 72 — 16 vgl. S. 171, 16f — 22 — S. Thdt. I 28 p. 82f — 23 vgl. Thdt. I 25, 15 p. 80 Z. 15) [*](A 2) [*](10 καὶ εὐσεβοῦς am Rand von 1. Hd. A 2 19 πολὺ] πάμπαν Thdt. 28 Μελετίου A 2 33 Nach Theodoret a. a. Ο. und Sozomenos ΙΙ 25, 1 sollte die Synode ἐν Καισρείᾳ τῆς Παλαιστίνης stattfinden)

173
πλείους ἦσαν οἱ δυσμενεῖς, κἀκεῖσε τὸν Ἀθανάσιον κριθῆναι. πεισθεὶς δὲ ὡς ἱερεῦσιν ὁ βασιλεὺς (ἠγνόει γὰρ παντελῶς τὰ παρ’ τυρευόμενα) γενέσθαι τοῦτο προσέταξεν.

ἀλλ’ ὁ τῆς ἀληθείας ὑπέρμαχος, ὁ μέγας Ἀθανάσιος, τὴν τῶν προρρηθέντων ἀσεβῶν δυσμένειαν ἐπιστάμενος, οὐχ ἧκεν εἰς τὸ συνέδριον. ἐντεῦθεν μείζονα πρόφασιν εἰς συκοφαντίαν λαβόντες, ἅπαξ τὸν κατὰ τῆς ἀληθείας ἀναδεξάμενοι πόλεμον, τυραννίδος αὐτὸν καὶ θρασύτητος ἐπὶ τοῦ βασιλέως διὰ γραμμάτων ψηφίζονται.

ἐκ δὲ τούτου εἰς ὀργὴν κατὰ Ἀθανασίου ἐξαφθεὶς ὁ πραότατος βασιλεὺς ἐπέστειλεν αὐτῷ τὴν ὀργὴν ὑποφαίνων καὶ τὴν Τύρον καταλαβεῖν παρεγγυῶν· ἐκεῖσε γὰρ μετατεθεῖσαν ἀθροισθῆναι τὴν σύνοδον προσέταξεν. ὑποπτεύσας ὑφορᾶσθαι τὴν Ἀντιοχέων τὸν Ἀθανάσιον διὰ τὸ πολλοὺς εἶναι κατὰ τὴν ἀνατολὴν τοὺς τὴν Ἀρείου λώβην εἰσδεδεγμένους. ἔγραψε δὲ καὶ τῇ συνόδῳ ἅπερ ἐχρῆν ἐπιστεῖλαι τὸν εὐσεβείᾳ ἔστι δὲ ταῦτα·

  • Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου πρὸς τὴν ἐν Τύρῳ σύνοδον.