Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

μετὰ δὲ ταῦτα ἐκ τῆς Ἀντιοχείας ἀπάραντες, τοὺς ἱεροὺς τόπους τῶν Ἱεροσολύμων κατέλαβον εὑρόν τε ἐκεῖ τινας τῶν ὁμοφρόνων, ἐφ’ οἷς παρεκλήθησαν οὐ πετρίως διὰ τὸ καττυθὲν παρ’ αὐτῶν δρᾶμα κατὰ τοῦ τῆς ἀληθείας προμάχου — οὐκ Εὐσέβιον τὸν Καισαρέα τῆς Παλαιστίνης,

καθὰ Θεοδώρητος δοκεῖ συκοφαντεῖν τὸν ἄνδρα ψευδῆ περὶ αὐτοῦ γραψάμενος· οὗτινος πάντες οἱ ἅγιοι ἡμῶν πατέρες ἐπὶ τῇ ὀρθοδόξῳ διαπρέψαντος πίστει μέμνηνται, καὶ τῶν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ ὑπὲρ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος πόνο)ν καὶ ἀγώνων τοῦ ἀνδρὸς ᾄδουσι τοὺς ἄθλους,

καθὰ καὶ τοῦ θείου Μακαρίου τοῦ ἐν Ἱεροσολύμοις ἐπισκόπου καὶ Εὐσταθίου τοῦ μεγάλου καὶ Ἀλεξάνδρου τοῦ Ἀλεξανδρείας καὶ Λεοντίου Καισαρείας Καππαδοκίας καὶ Εὐψυχίου Τυάνων καὶ Σαρδικῆς καὶ πρό γε πάντων Ὁσίου τοῦ Κουρδούβης Ἀθανασίου Ἀλεξανδρείας καὶ Ἀλεξάνδρου Κωνσταντινουπόλεως καὶ τῶν λοιπῶν ἁΠάντων τῶν ἐν ἐκείνῃ τῇ ἱερᾷ καὶ ἁγίᾳ συνόδῳ ὑπὲρ τῶν ἀποστολικῶν ἀγωνισαμένων δογμάτων, οὕτως ἐπιμέμνηνται καὶ τοῦ θαυμασίου Εὐσεβίου τοῦ Παμφίλου Καισαρείας τῆς Παλαιστίνοις ἐπισκόπου — ἀλλὰ τοῦτον μὲν οὐχ

εὗρον οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας, ἀλλὰ τοὺς ὁμόφρονας εὑρόντες, Πατρόφιλον τὸν Σκυθοπολίτην καὶ τὸν Λύδδης Ἀέτιον καὶ τὸν Λαοδαμείας Θεόδοτον καὶ τοὺς ἄλλους ὅσους τῆς ἀσεβείας Ἀρείου εὗρον κοινωνούς, οἷς συμμείξαντες καὶ τὸ παρ’ αὐτῶν τυρευθὲν κατὰ τοῦ ἁγίου Εὐσταθίου κατάδηλον αὐτοῖς ποιήσαντες σὺν αὐτοῖς τῶν Ἱεροσολύμων ἐξῄεσαν καὶ τὴν Ἀντιόχου ἅμα αὐτοῖς κατέλαβον.

[*](3 vgl. S. 5, 31 — 4—11 Thdt. I 21,3 erweitert — 12—27 Theodoret I 21, 4 p. 70 — 27—S. 171, 34 vgl. Thdt. I 21,4ff p.)[*](A 2)[*](21 Πρωτογένους nach S. 85, 17] ἑρμογένους A 2 ein Name, der in der von Nicaea nicht vorkommt 30 ὅσον von 1. Hd. ὅσοι von 2. Hd. A 2 corr. Cer.)
171

Ἀλλὰ τὸ μὲν πρόσχημα τῆς τῶν ἄλλων ἐπιδημίας προπόμπιος ἦν δῆθεν τιμή, τὸ δὲ παρ’ αὐτῶν σπουδαζόμενον ὁ κατὰ τῆς εὐσεβείας τῆς εἰς Χριστὸν πόλεμος ἠν. γύναιον γὰρ ἑταιρικὸν χρυσίου μισθωσάμενοι καὶ τὴν γλῶτταν αὐτῆς· μίαν ὥραν δοῦναι αὐτοῖς πείσαντες, συνέδριόν τε σὺν τῷ μεγάλῳ Εὐσταθίῳ ἅμα τοῖς σὺν αὐτῷ ἁγίοις ἐπισκόποις συστήσαντες, εἶτα τοὺς ἄλλους ἅπαντας ἔξω γενέσθαι κελεύσαντες, οἱ κατὰ τοῦ ἀρχιερέως δρᾶμα συντεθεικότες ἄγεσθαι ὡς τάχιστα τὸ τρισάθλιον γύναιον εἰς τὸ συνέδριον παρακελεύονται.

οἱ δὲ τῆς παρανομίας αὐτῶν ὑπουργοὶ ἄγουσιν αὐτῶν μέσον τὸ γύναιον. ἡ δὲ ἔστη παιδίον ὑπομάζιον ἐπιδεικνύουσα καὶ λέγουσα ἐκ τῆς Εὐσταθίου συνουσίας τοῦτο συνειληφέναι καὶ τετοκέναι καὶ ἀνέδην ταῦτα ἐπέμενε βοῶσα. τὸ δὲ τῆς συκοφαντίας προφανὲς ἐγνωκὼς ὁ μέγας Εὐστάθιος, εἴ τινα ἔχοι τούτου συνίστορα, ἄγειν εἰς τὸ μέσον ἐκέλευεν.

ἐκείνης δὲ μηδένα ἔχειν λεγούσης, ὅρκον αὐτῇ προέτειναν τῇ ἑταιρίδι οἱ τὴν συκοφαντίαν ὑφήναντες, καίτοι τοῦ ἀποστολικοῦ θείου κανόνος διαγορεύοντος μὴ δεῖν κατὰ πρεσβυτέρου κατηγορίαν παραδέχεσθαι παρεκτικτὸν δύο ἢ τριῶν μαρτύρων.

ἀλλὰ τῶν θείων οὕτως νόμων καταφρονήσαντες καὶ τὴν κατὰ τῶν συκοφαντῶν κεκριμένην ἀπόφασιν τοῦ θεοῦ εἰς οὐδὲν λογισάμενοι, ἀμάρτυρον κατὰ ἀνδρὸς τοσούτου κατηγορίαν διὰ τοῦ ἑταιρικοῦ γυναίου ἐξύφηναν καὶ ἐδέξαντο, ὡς δικασταὶ κατάδικοι. ἐπειδὴ δὲ καὶ ὅρκον, ὃν αὐτοὶ ἐπέθεντο, τὸ προστέθεικε γύναιον, βοῶσα Εὐσταθίου εἶναι τὸ βρέφος, ὡς κατὰ μοιχοῦ λοιπὸν οἱ πάσης αἰσχρότητος ἔμπλεοι τὴν ψῆφον ἐξήνεγκαν. τῶν δὲ ἄλλων ἀρχιερέων

(πολλοὶ γὰρ ἠσαν τῶν ἀποστολικῶν σὺν Εὐσταθίῳ τῷ μεγάλῳ ὑπερμαχοῦντες δογμάτων <καὶ> ἀγνοοῦντες ἅπαντα τὰ τυρευθέντα) προφανῶς ἀντέλεγον τοῖς παρανόμοις καὶ τὴν ἄδικον ψῆφον ἐκείνην δόξασθαι τὸν ἐπίσκοπον Εὐστάθιον διεκώλυον, οἱ δὲ τὸ δρᾶμα συντεθεικότες τάχιστα πρὸς τὸν βασιλέα ἀνέδραμον <καὶ> πείσοντες αὐτόν, ὡς ἀληθῆ τὰ διερευνηθέντα εὕρηνται καὶ δικαία ἡ τῆς καθαιρέσεως ψῆφος, μοιχὸν ὁμοῦ καὶ τύραννον ἐξελαθῆναι τῶν ἱερῶν περιβόλων καὶ εἰς Ἰλλυρικὴν πόλιν διὰ τῆς Θρᾴκης πορρωτέρω ἐξορίᾳ ἀπαχθῆναι τὸν τῆς εὐσεβείας καὶ σωφροσύνης ἀγωνιστήν.