Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Οὕτω μὲν δὴ Ἰουστινιανὸς ἁπαξάπαντα ταράχου [*](Niceph. xvii 33) καὶ θορύβων πληρώσας καὶ τἀπίχειρα τούτων πρὸς τῷ τέρματι τοῦ βίου κομισάμενος, ἐς τὰ κατώτατα μετεχώρησε δικαιωτήρια. Ὁ δέ γε Ἰουστῖνος ἀδελφιδοῦς μέν οἱ καθεστώς, τὴν δὲ φυλακὴν τῆς αὐλῆς ἐμπεπιστευμένος, ὃν κουροπαλάτην ἡ Ῥωμαίων λέγει φωνή, μετ̓ αὐτὸν τὴν ἁλουργίδα περιβάλλεται, οὔτε τὴν ἀποβίωσιν Ἰουστινιανοῦ οὔτε τὴν ἀνάρρησιν Ἰουστίνου τινὸς ἐγνωκότος πλὴν τῶν ἀμφ̓ αὐτόν, μέχρις οὖ κατὰ τὴν ἱπποδρομίαν ἐφάνη τὰ νόμιμα τῆς βασιλείας δράσων τε καὶ πεισόμενος. Ὡς δ̓ οὖν ταῦτα γέγονε, μηδενὸς παντάπασι νεωτερισθέντος, ἐπανῆκε μὲν κατὰ τὴν αὐλήν: πρώτην δὲ ποιεῖται κέλευσιν τοὺς ἁπανταχῆ συνειλεγμένους ἱερέας ἀφεῖσαν πρὸς τοὺς οἰκείους θρόνους, ἐφ̓ ᾧ τὰ εἰωθότα θρησκεύειν μηδενὸς περὶ τὴν πίστιν καινουργουμένου. Καὶ τοῦτο μὲν ἀξιόλογον αὐτῷ ἐπράχθη. Ἦν δέ γε τὸν βίον ἐκδεδιῃτημένος καὶ τρυφαῖς ἀτεχνῶς καὶ ἡδοναῖς ἐκτόποις ἐγκαλινδούμενος, ἀλλοτρίων τε χρημάτων διάπυρος ἐραστὴς ὡς πάντα κέρδους ἀθέσμου ἀπεμπολεῖν, μηδὲ ἐπὶ ταῖς ἱερωσύναις τὸ θεῖον εὐλαβούμενος ἃς τοῖς προστυχοῦσιν ἐπίπρασκεν, ὠνίους καὶ ταύτας

196
[*](Niceph. xvii 34) ἀναφανδὸν τιθέμενος. Θράσει δὲ καὶ δειλίᾳ ταῖς κακίαις κρατούμενος, πρῶτον Ἰουστῖνον προσγενῆ τυγχάνοντα καὶ πολὺ κλέος παρὰ πᾶσιν ἔχοντα περί τε ἐμπειρίαν πολέμων καὶ τὰς ἄλλας ἀξιώσεις, μετάπεμπτον ποιεῖται, ἀμφὶ τὸν Ἴστρον τὰς διατριβὰς ποιούμενον, καὶ τὰς τῶν[*](Cf. Simoc. i 3 vii 7, 8) Ἀβάρων διαβάσεις ἀνείργοντα. Ἔθνος δὲ Σκυθικὸν οἱ Ἄβαροι τῶν ἁμαξοβίων τῶν ὑπὲρ τὸν Καύκασον τὰ ἐπέκεινα πεδία νεμομένων: οἳ τοὺς γειτνιῶντας Τούρκους πασσυδὶ πεφευγότες, ἐπεὶ κακῶς πρὸς αὐτῶν ἐπεπόνθεσαν, ἐπὶ τὸν Βόσπορον ἀφίκοντο: καὶ τὴν ἠϊόνα τοῦΕὐξείνου καλουμένου Πόντου καταλιπόντες — ἔνθα συχνὰ μὲν ἔθνη βαρβαρικά, ἐξῳκίσθησαν δὲ καὶ ὑπὸ Ῥωμαίων πόλεις τε καὶ στρατόπεδα καί τινες προσορμήσεις, ἢ στρατιωτῶν ἀπομάχων γιγνομένων, ἢ καὶ ἀποικιῶν πρὸς τῶν βασιλέων στελλομένων — , τὴν πόρευσιν ἐποιοῦντοπᾶσι τοῖς ἐν ποσὶ βαρβάροις ἀνταγωνιζόμενοι, μέχρις οὗ τὰς ἠϊόνας τοῦ Ἴστρου κατειλήφασι καὶ πρὸς Ἰουστινιανὸν ἐπρεσβεύσαντο. Ἐντεῦθεν οὖν ὁ Ἰουστῖνος μετεπέμφθη, οἷα δῆθεν ὀφείλων τῶν συγκειμένων αὐτῷ τε καὶ τῷ αὐτοκράτορι Ἰουστίνῳ ἀπολαῦσαι. Ἐπεὶ γὰρ ἄμφωπαραπλησίω καθεστηκάτην ταῖς τοῦ βίου φαντασίαις, καὶ ἐπ̓ ἄμφω ἡ βασιλεία ἐπῃώρητο, συνήτην μετὰ πολλὰ τὰ ἀμφίλογα ὥστε τὸν ἐς τὴν βασιλείαν παριόντα τὴν δευτέραν χώραν θἀτέρῳ δοῦναι, ἵν̓ ἐκ τῶν δευτερείων τῆς βασιλείας τὰ πρωτεῖα τῶν ἄλλων ἀποφέροιτο.

Μετὰ πολῆς τοιγαροῦν τῆς ἔξωθεν φιλοφροσύνης [*](Niceph. xvii 34) ὁ Ἰουστῖνος τὸν Ἰουστῖνον δεξιωσάμενος, καὶ κατὰ σμικρὸν αἰτίας ἐπιπλάττων, καὶ τοὺς ὑπασπιστὰς καὶ δορυφόρους καὶ σωματοφύλακας παραιρούμενος τάς τε παῤ αὐτοῦ προόδους εἴργων, καθῆστο γὰρ οἴκοι Ἰουστίνου κελεύσμασιν,ἐς τὴν Ἀλεξάνδρου μεγάλην ἐξοικίζεται πόλιν:

197
αὐτοῦ τε δειλαίως ἀναιρεῖται πόρρω τῶν νυκτῶν, ἔτι [*](Joh. Antioch. FHG v 35 Theophan. 244 Agathias iv 22) κλινοπετὴς ὑπάρχων, ταύτην ἀμοιβὴν τῆς ἐς τὸ πολίτευμα εὐνοίας καὶ τῶν ἐς τοὺς πολέμους ἀνδραγαθημάτων κομισάμενος. Καὶ οὐ πρότερον ἀνεῖσαν τοῦ θυμοῦ ἢ τῆς ζεούσης μήνιδος ἐνεφορήθησαν, μέχρις οὗ τὴν κεφαλὴν ἀποτμηθεῖσαν αὐτός τε καὶ ἡ τούτου σύνοικος Σοφία ἐθεάσαντο, καὶ τοῖς ποσὶν ἐξελάκτισαν.

Οὐ μετ̓ οὐ πολὺ δὲ καὶ Αἰθέριον καὶ Ἀδδαῖον, τῆς [*](Niceph. xvii 34 Theophan. 242 Eustrat. Eutychii vita PG 862 c. 76) μὲν συγκλήτου βουλῆς καθεστῶτε, μεγάλα δὲ καὶ πρωτεῖα παῤ Ἰουστινιανῷ ἐσχηκότε, ἐς κριτήριον ἐπὶ καθοσιώσει ἐκδέδωκεν. Ὧν ὁ μὲν Αἰθέριος συγκατετίθετο φαρμάκοις βουληθεὶς τὸν βασιλέα διαχρήσασθαι, κοινωνὸν τῆς τοιαύτης ἐγχειρήσεως καὶ ἐν πᾶσι συνεργὸν ἔχειν εἰπὼν τὸν Ἀδδαῖον. Ὁ δὲ ὅρκοις δεινοῖς διώμνυτο μηδὲν τούτων παντάπασιν εἰδέναι. Ἄμφω δ̓ οὖν τὰς κεφαλὰς ἀπετμηθήτην, παῤ αὐτὴν τὴν ἐκτομὴν τῆς κεφαλῆς Ἀδδαίου φήσαντος ἐν τούτοις μὲν συκοφαντηθῆναι, δίκαια δὲ πάσχειν πρὸς τῆς ἐφόρου τῶν ὁπωσοῦν δρωμένων δίκης: αὐτὸν γὰρ γοητείᾳ τὸν Θεόδοτον ὕπαρχον τῆς αὐλῆς ἀνελεῖν. Ἐγὼ δὲ εἰ μὲν ταῦθ̓ οὕτως ἔχει, οὐκ ἔχω λέγειν, ἄμφω δὲ ἀλιτηρίω ἤστην: ὁ μὲν Ἀδδαῖος παιδομανῶν, [*](Cf. Joh. Ephes. ii 29) Αἰθέριος δὲ διὰ πάσης ἰὼν συκοφαντίας, καὶ τάς τε τῶν ζώντων τῶν τε τελευτώντων τὰς οὐσίας ληϊζόμενος ὀνόματι τῆς βασιλικῆς οἰκίας, ἧς ἐπὶ Ἰουστινιανοῦ προὐστήκει. Καὶ ταῦτα μὲν ἔληξεν ὧδε.

Γράφει δὲ ὁ Ἰουστῖνος τοῖς ἑκασταχοῦ Χριστιανοῖς [*](Niceph. xvii 35) πρόγραμμα, αὐτοῖς ὀνόμασι τοῦτο: Ἐν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ [*](Cf. Chron. Pasch. 635 s#3.) ἡμῶν, αὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστῖνος, πιστὸς ἐν Χριστῷ, ἥμερος, μέγιστος, εὐεργέτης, Ἀλαμανικός, Γοτθικός, Γερμανικός, Ἀντικός, Φραγκικός, Ἐρουλλικός, Γηπαιδικός, εὐσεβής, εὐσεβής, εὐτυχής, ἔνδοξος, νικητής, τροπαιοῦχος,

198
[*](Joh. xiv 27) ἀεισέβαστος, Αὔγουστος. Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, φησὶν ὁ δεσπότης Χριστὸς ὁ ἀληθινὸς ἡμῶν θεός, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὁ αὐτὸς κηρύττει πᾶσιν ἀνθρώποις. Οὐκ ἄλλο δὲ τοῦτό ἐστιν ἢ τοὺς πιστεύοντας εἰς αὐτὸν εἰς μίαν καὶ τὴν αὐτὴν ἐκκλησίαν συντρέχειν,ὁμοφρονοῦντας μὲν περὶ τὴν ὀρθὴν τῶν Χριστιανῶν δόξαν, ἀποστρεφομένους δὲ τοὺς τἀναντία λέγοντας ἢ δοξάζοντας. Πρώτη γὰρ σωτηρία καθέστηκε πᾶσιν ἀνθρώποις ἡ τῆς ὀρθῆς πίστεως ὁμολογία. Διὸ καὶ ἡμεῖς τοῖς εὐαγγελικοῖς κατακολουθοῦντες παραγγέλμασι καὶ τῷ ἁγίῳ συμβόλῳ,ἤτοι μαθήματι τῶν ἁγίων πατέρων, πρὸς μίαν καὶ τὴν αὐτὴν ἐκκλησίαν τε καὶ γνώμην προτρεπόμεθα πάντας συνελθεῖν, πιστεύοντες εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα ἤτοι φύσιν καὶ οὐσίαν λόγῳ καὶ πράγματι, καὶ μίαν δύναμιν καὶ ἐξουσίανκαὶ ἐνέργειαν, ἐν τρισὶν ὑποστάσεσιν ἤγουν προσώποις δοξάζοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, καὶ οἷς συντετάγμεθα. Μονάδα γὰρ ἐν τριάδι καὶ τριάδα ἐν μονάδι προσκυνοῦμεν, παράδοξον ἔχουσαν καὶ τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν: μονάδα μὲν κατὰ τὴν οὐσίαν ἤγουνθεότητα, τριάδα δὲ κατὰ τὰς ἰδιότητας ἤγουν ὑποστάσεις, ἤτοι πρόσωπα. Διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν̓ οὕτως εἴπωμεν, καὶ συνάπτεται διῃρημένως. Ἓν γὰρ ἐν τρισὶν ἡ θεότης καὶ τὰ τρία ἕν, τὰ ἐν οἷς ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης. Θεὸν τὸν πατέρα, θεὸντὸν υἱόν, θεὸν τὸ ἅγιον πνεῦμα, ὅταν ἕκαστον πρόσωπον καθ̓ ἑαυτὸ θεωρῆται, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα: θεὸν τὰ τρία μετ̓ ἀλλήλων νοούμενα, τῷ ταὐτῷ τῆς κινήσεως καὶ τῆς φύσεως, ἐπειδὴ χρὴ καὶ τὸν ἕνα θεὸν ὁμολογεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ἤγουν ἰδιότητασκηρύττειν. Ὁμολογοῦμεν δὲ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ τὸν θεὸν Λόγον τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα, οὐ ποιηθέντα, ἐπ̓ ἐσχάτων δὲ τῶν ἡμερῶν δἰ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα
199
ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας, καὶ γεννηθέντα ἐξ αὐτῆς, ὅς ἐστιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ εἷς τῆς ἁγίας τριάδος, συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Οὐδὲ γὰρ τετάρτου προσώπου προσθήκην ἐπεδέξατο ἡ ἁγία τριάς, καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ Λόγου: ἀλλ̓ ἔστιν εἷς καὶ ὁ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, παθητὸς σαρκὶ καὶ ἀπαθὴς ὁ αὐτὸς ἐν θεότητι. Οὐ γὰρ ἄλλον τὸν θεὸν Λόγον τὸν θαυματουργήσαντα, καὶ ἄλλον τὸν παθόντα ἐπιστάμεθα: ἀλλ̓ ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ Λόγον, σαρκωθέντα καὶ τελείως ἐνανθρωπήσαντα, καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη ἅπερ ἑκουσίως ὑπέμεινεν σαρκὶ διὰ τὴν ἡμετέραν σωτηρίαν. Οὐ γὰρ ἄνθρωπός τις ἑαυτὸν ὑπὲρ ἡμῶν δέδωκεν, ἀλλ̓ αὐτὸς ὁ θεὸς Λόγος ἀτρέπτως γενόμενος ἄνθρωπος, τό τε ἑκούσιον πάθος καὶ τὸν θάνατον ὑπὲρ ἡμῶν σαρκὶ κατεδέξατο. Καὶ θεὸν τοίνυν αὐτὸν ὁμολογοῦντες, οὐκ ἀθετοῦμεν τὸ εἶναι αὐτὸν καὶ ἄνθρωπον: καὶ ἄνθρωπον αὐτὸν ὁμολογοῦντες, οὐκ ἀρνούμεθα τὸ εἶναι αὐτὸν καὶ θεόν. Ὅθεν ἕνα καὶ τὸν αὐτὸν ἐξ ἑκατέρας φύσεως, θεότητος καὶ ἀνθρωπότητος, σύνθετον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογοῦντες, σύγχυσιν τῇ ἑνώσει οὐκ ἐπεισάγομεν. Οὐ γὰρ ὅτι γέγονε καθ̓ ἡμᾶς ἄνθρωπος, τὸ εἶναι θεὸς ἀπολέσει: οὔτε μὴν ὅτι θεὸς κατὰ φύσιν ἐστί, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀπαράδεκτον ἔχει, καὶ τὸ ἄνθρωπος εἶναι παραιτήσεται. Μεμένηκεν δὲ ὥσπερ ἐν ἀνθρωπότητι θεός, οὕτω καὶ ἐν ὑπεροχῇ θεότητος ὢν ἄνθρωπος οὐδὲν ἧττον, ἄμφω δὲ ὢν ἐν ταὐτῷ, καὶ εἷς θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ Ἐμμανουήλ. Τὸν αὐτὸν δὲ ὁμολογοῦντες ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον, ἐξ ὧν καὶ συνετέθη,
200
διαίρεσιν μὲν τὴν ἀνὰ μέρος ἢ τομὴν οὐκ ἐπιφέρομεν τῇ μιᾷ αὐτοῦ συνθέτῳ ὑποστάσει, τὴν δὲ διαφορὰν τῶν φύσεων σημαίνομεν, οὐκ ἀναιρουμένην διὰ τὴν ἕνωσιν. Οὔτε γὰρ ἡ θεία φύσις εἰς τὴν ἀνθρωπείαν μετεβλήθη, οὔτε ἡ ἀνθρωπεία φύσις εἰς τὴν θείαν ἐτράπη. Νοουμένησδὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ τε καὶ λόγῳ πεπρᾶχθαί φαμεν τὴν ἕνωσιν καθ̓ ὑπόστασιν. Ἡ δὲ καθ̓ ὑπόστασιν ἕνωσις δηλοῖ ὅτι ὁ θεὸς Λόγος, τουτέστιν ἡ μία ὑπόστασις τῶν τριῶν τῆς θεότητος ὑποστάσεων, οὐ προϋποστάντι ἀνθρώπῳἡνώθη, ἀλλ̓ ἐν τῇ γαστρὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας καὶ ἐνδόξου θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας ἐδημιούργησεν ἑαυτῷ ἐξ αὐτῆς ἐν τῇ ἰδίᾳ ὑποστάσει σάρκα ὁμοούσιον ἡμῖν καὶ ὁμοιοπαθῆ κατὰ πάντα, χωρὶς ἁμαρτίας, ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ. Ἐν αὐτῷ γὰρ ἔσχεν τὴνὑπόστασιν καὶ γέγονεν ἄνθρωπος, καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστὸς συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Ἐννοοῦντες δὲ αὐτοῦ τὴν ἄφραστον ἕνωσιν, ὀρθῶς ὁμολογοῦμεν μίαν φύσιν τοῦ θεοῦ Λόγου σεσαρκωμένην σαρκὶ ἐψυχωμένῃ ψυχῇ λογικῇ τεκαὶ νοερᾷ. Καὶ πάλιν ἐν θεωρίᾳ λαμβάνοντες τὴν τῶν φύσεων διαφορὰν δύο ταύτας εἶναι λέγομεν, διαίρεσιν οὐδεμίαν εἰσάγοντες. Ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ. Ὅθεν ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν Χριστόν, ἕνα υἱόν, ἓν πρόσωπον, μίαν ὑπόστασιν, θεόν τε ὁμοῦ καὶ ἄνθρωπον.Πάντας δὲ τοὺς παρὰ ταῦτα φρονήσαντας ἢ φρονοῦντας ἀναθεματίζομεν, ἀλλοτρίους εἶναι κρίνοντες τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Τῶν ὀρθῶν τοίνυν δογμάτων τῶν παρὰ τῶν ἁγίων πατέρων παραδεδομένων ἡμῖν κηρυττομένων, προτρέπομεν ὑμᾶς ἅπαντας εἰσμίαν καὶ τὴν αὐτὴν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν συντρέχειν, μᾶλλον δὲ καὶ παρακαλοῦμεν — οὐ γὰρ ὀκνήσαιμεν,
201
κἂν ἐν ὑπεροχῇ βασιλείας ἐσμέν, καὶ τοιούτοις χρήσασθαι ῥήμασιν ὑπὲρ τῆς τῶν Χριστιανῶν ἁπάντων ὁμοφροσύνης τε καὶ ἑνώσεως, ἐκ τοῦ μίαν ἁπάντων δοξολογίαν ἀναπέμπεσθαι τῷ μεγάλῳ θεῷ καὶ σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ — τοῦ δὲ λοιποῦ μηδένα προφασιζόμενον πρόσωπα ἢ συλλαβὰς ζυγομαχεῖν, ὅτι πρὸς μίαν καὶ τὴν αὐτὴν ὀρθὴν ἔννοιάν τε καὶ πίστιν αἱ συλλαβαὶ φέρουσι: τοῦ μέχρι νῦν κρατοῦντος ἔθους τε καὶ σχήματος ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ διὰ πάντων βεβαίου τε καὶ ἀκαινοτομήτου, καὶ εἰς τὸν ἑξῆς ἅπαντα μένοντος χρόνον. Τούτῳ μὲν οὖν ἄπαντες τῷ ἰδίκτῳ συγκατετίθεντο, ὀρθοδόξως ἐκπεφωνῆσθαι λέγοντες: οὐδὲν δὲ τῶν διερρωγότων [*](Cf. Joh. Ephes. i 19 s#3. Joh. Biclarensis a. 567 ) ὅλως ἡνώθη, διότι ῥητῶς ἐπεσημήνατο τὸ βέβαιον καὶ ἀκαινοτόμητον ταῖς ἐκκλησίαις πεφυλάχθαι καὶ κατὰ τὸν ἑξῆς ἐπιρρέοντα χρόνον.