Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Τῆς πρεσβυτέρας μὲν οὖν Ῥώμης ἡγουμένου [*](Niceph. xvii 27) Βιγιλίου, τῆς δὲ νέας πρῶτα μὲν Μηνᾶ, εἶτ̓ Εὐτυχίου, τῆς δὲ Ἀλεξάνδρου Ἀπολιναρίου, καὶ τῆς ἈντιόχουΔομνίνου, Ἱεροσολύμων τε Εὐστοχίου, τὴν πέμπτην μεταπέμπεται σύνοδον Ἰουστινιανὸς ἐξ αἰτίας τοιᾶσδε: [*](Theophan. 242 Cramer. An. Par. ii 111 Cyrill. Scyth. Sabac vita c. 72, 83 s#3.) Εὐστόχιος, κατακρατούντων καὶ μάλιστα ἐν τῇ καλουμένῃ νέᾳ λαύρᾳ τῶν τὰ Ὠριγένους θρησκευόντων δόγματα, πᾶσαν ἔθετο σπουδὴν τούτους ἀπελάσαι. Καὶ καταλαβὼντὴν αὐτὴν νέαν λαύραν ἅπαντας ἐκβεβλήκει, ὥσπερ ἅγη κοινὰ μακρὰν ἐκδιώξας: οἲ καὶ σποράδες γενόμενοι πολλοὺς σφίσι προσηταιρίσαντο.

187
Τούτων ὑπερήσπιζε Θεόδωρος ἐπίκλην Ἀσκιδᾶς, ἐπίσκοπος [*](Liberat. xxiii, xxiv) μὲν τῆς Καίσαρος ἣ προκάθηται τοῦ Καππαδοκῶν ἔθνους, Ἰουστινιανῷ δὲ προσεδρεύων πιστός τέ οἱ καθεστὼς καὶ ἐς τὰ μάλιστα ἐπιτήδειος. Κυκῶντος οὖν αὐτοῦ τὰ βασίλεια, καὶ πᾶσαν ἀσέβειαν καὶ ἀθεμιτουργίαν τὸ πρᾶγμα καλοῦντος, στέλλονται πρὸς τὴν βασιλέως πόλιν πρὸς Εὐστοχίου Ῥοῦφος ἡγούμενος τῆς Θεοδοσίου μονῆς καὶ Κόνων τῆς Σάβα, τὰ πρώτιστα τῆς ἐρήμου φέροντες [*](Sabac vita c. 89, 90) ἔκ τε τῆς οἰκείας ἀξιώσεως καὶ ὧν ἡγοῦντο φροντιστηρίων: γεγόνασι δὲ σὺν αὐτοῖς καὶ ἕτεροι, οὐ πολλῷ τῆς ἀξίας αὐτῶν λειπόμενοι. Καὶ οὗτοι μὲν τὰ κατὰ Ὠριγένην πρωτοτύπως ἐκίνουν καὶ Εὐάγριον καὶ Δίδυμον. Θεόδωρος [*](Theophan. 228) δὲ ὁ Καππαδόκης, ἑτέρωθι τούτους ἀφέλκειν ἐθέλων, ἐπεισάγει τὰ κατὰ Θεόδωρον τὸν Μοψουεστίας καὶ Θεοδώρητον καὶ Ἴβαν, τοῦ παναγάθου θεοῦ πάντα καλῶς οἰκονομήσαντος ἵν̓ ἐκεῖθεν ἐντεῦθεν τὰ βέβηλα ἐξωσθείη. Πρώτης τοίνυν κινήσεως γενομένης εἰ δέοι τοὺς τετελευτηκότας ἀναθέμασι περιβληθῆναι, Εὐτύχιος παρὼν τὴν θείαν ἐς ἄκρον ἐξησκημένος γραφήν, ἐσέτι ζῶντος Μηνᾶ, οὐδὲ τῶν διαφανῶν ὤν — ταῖς γὰρ ἀποκρίσεσι τοῦ Ἀμασείας ἐπισκόπου διηκονεῖτο — , διαρρήδην εἶπεν, οὐκ ἐν φρονήματι μόνον, ἀλλὰ καὶ ἐν καταφρονήματι τοὺς ἁλισθέντας ἑωρακώς, μηδὲ βουλῆς τοῦτο δεῖσθαι: ἐπεὶ καὶ [*](Eustrat. Eutychii vita PG 862 c. 22) Ἰωσίας ὁ βασιλεὺς οὐ τοὺς ζῶντας ἱερέας τῶν δαιμόνων πάλαι μόνον κατέσφαξεν, ἀλλὰ καὶ τῶν πρὸ πολλοῦ τεθνηκότων τὰς θήκας ἀνώρυξε. Τοῦτο πρὸς ἔπος ἅπασιν ἔδοξε λελέχθαι. Ὅπερ καὶ Ἰουστινιανὸς ἐγνωκὼς ἐς τὸν τῆς βασιλευούσης αὐτὸν ἀνεβίβασε θρόνον, παραυτίκα Μηνᾶ τελευτήσαντος. Βιγίλιος μὲν οὖν ἐγγράφως συνθέμενος συνεδρεύειν οὐχ εἵλετο. Πυθομένου δὲ Ἰουστινιανοῦ τῆς ἁλισθείσης συνόδου, τί φασι περὶ Θεοδώρου καὶ ὧν Θεοδώρητος κατὰ Κυρίλλου καὶ τῶν δώδεκα αὐτοῦ κεφαλαίων εἴρηκε, καὶ τῆς λεγομένης ἐπιστολῆς Ἴβα τῆς πρὸς Μάριν τὸν Πέρσην, ἀναγνωσθεισῶν πολλῶν ῥήσεων [*](Conc. ix 203 s#3.) Θεοδώρου: καὶ Θεοδωρήτου, δειχθέντος δὲ ὡς καὶ πάλαι
188
Θεόδωρος κατεκέκριτο καὶ ἐκ τῶν ἱερῶν ἀπηλίφη δέλτων, καὶ ὡς καὶ μετὰ θάνατον δέοι τοὺς αἱρετικοὺς κατακρίνεσθαι, Θεόδωρον μὲν ἁπάσαις τὸ δὴ λεγόμενον ἀναθεματίζουσι, καὶ τὰ εἰρημένα Θεοδωρήτῳ κατὰ τῶν δύο καὶ δέκα κεφαλαίων Κυρίλλου καὶ τῆς ὀρθῆς πίστεως, καὶ τὴνἐπιστολὴν Ἴβα τὴν πρὸς Μάριν τὸν Πέρσην, φήσαντες ταῦτα τὰ ῥήματα: [*](Conc. ix 368 s#3.) Τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἐν τοῖς εὐαγγελίοις παραβολὴν... Καὶ μεθ̓ [*](Ibid. 375 Georg. Mon. 537) ἕτερα: Κατακρίνομεν δὲ καὶ ἀναθεματίζομεν, πρὸς τοῖσἄλλοις ἅπασιν αἱρετικοῖς τοῖς κατακριθεῖσι καὶ ἀναθεματισθεῖσι παρὰ τῶν εἰρημένων ἁγίων τεσσάρων συνόδων καὶ ἀπὸ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, καὶ Θεόδωρον τὸν λεγόμενον ἐπίσκοπον Μοψουεστίας, καὶ τὰ ἀσεβῆ αὐτοῦ συγγράμματα, καὶ τὰ ἀσεβῶς συγγραφένταπαρὰ Θεοδωρήτου κατά τε τῆς ὀρθῆς πίστεως καὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῆς ἐν Ἐφέσῳ ἁγίας πρώτης συνόδου, καὶ ὅσα ὑπὲρ συνηγορίας Θεοδώρου καὶ Νεστορίου αὐτῷ γέγραπται. Καὶ πρὸς τούτοις ἀναθεματίζομεν καὶ τὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὸν Πέρσην. [*](21) [*](Conc. ix 376) Καὶ μετὰ ἔνια, ἐξέθεντο τέσσαρα καὶ δέκα κεφάλαια περὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως. Καὶ ταῦτα μὲν οὕτω προκεχωρήκει. Ἐκ λιβέλλων δὲ ἐπιδεδομένων πρὸς Εὐλογίου, Κόνωνος, Κυριακοῦ, καὶ Παγκρατίου μοναχῶνκατὰ τῶν Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου δογμάτων καὶ [*](Cf. Georg. Mon. 529) τῶν ἑπομένων τῇ τούτου δυσσεβείᾳ καὶ πλάνῃ, πυνθάνεται Ἰουστινιανὸς τῆς ἁλισθείσης συνόδου περὶ τούτων, συζεύξας
189
καὶ τοῦ λιβέλλου τὸ ἴσον ἀτὰρ καὶ τὰ πρὸς Βιγίλιον περὶ τούτων ἐπεσταλμένα. Ἐξ ὧν ἁπάντων ἔστιν ἑλεῖν ὅπως ἐσπουδάσθη τῷ Ὠριγένει Ἑλληνικῶν καὶ Μανιχαϊκῶν ζιζανίων ἐμπλῆσαι τῶν ἀποστολικῶν δογμάτων τὸ λιτόν. Ἀναφορὰ τοίνυν γέγονε πρὸς Ἰουστινιανὸν παρὰ τῆς συνόδου μετὰ τὰς γενομένας παῤ αὐτῆς ἐκβοήσεις κατὰ Ὠριγένους καὶ τῶν τὰ αὐτὰ ἐκείνῳ πεπλανημένων. Ὧν ἔνια τούτοις ἔγκειται τοῖς ῥήμασι: Τῆς ἄνωθεν εὐγενείας μετέχουσαν κεκτημένος τὴν ψυχήν, χριστιανικώτατε βασιλεῦ... Καὶ μεθ̓ ἕτερα: Ἐφύγομεν τοίνυν, ἐφύγομεν ταύτην. Οὐ γὰρ ἐγνωρίσαμεν τῶν ἀλλοτρίων τὴν φωνήν, καὶ ὡς κλέπτην καὶ ὡς [*](Joh. x 5) λῃστὴν τὸν τοιοῦτον τοῖς τοῦ ἀναθέματος βρόχοις ἀσφαλῶς περισφίγξαντες, τῶν ἱερῶν ἔξω περιβόλων ἀπεβαλόμεθα. Καὶ μετ̓ ὀλίγα: Τῶν δὲ παῤ ἡμῶν πεπραγμένων διὰ τῆς ἐπ̓ αὐτοῖς ἀναγνώσεως εἴσεσθε τὴν δύναμιν. Τούτοις συνέζευξαν καὶ τὰ κεφάλαια τὰ ὅσα πρεσβεύειν οἱ τὰ Ὠριγένους δοξάζοντες ἐδιδάχθησαν δηλοῦντα, τὰς τε συμφωνίας αὐτῶν ἀτὰρ καὶ τὰς διαφωνίας, καὶ τὴν πολυσχεδῆ τούτων πλάνην. Ἐν τούτοις ἐστὶ πέμπτον κεφάλαιον τῶν βλασφημηθέντων ἀπὸ ἰδικῶν προσώπων τῆς καλουμένης νέας λαύρας, ἔχον ὧδε: Θεόδωρος ὁ Ἀσκιδᾶς ὁ Καππαδόκης εἶπεν: Εἰ νῦν οἱ ἀπόστολοι καὶ οἱ μάρτυρες θαυματουργοῦσι καὶ ἐν τῇ τοσαύτῃ τιμῇ ὑπάρχουσιν, ἐν τῇ ἀποκαταστάσει εἰ μὴ ἴσοι γένοιντο τῷ Χριστῷ, ποία ἀποκατάστασις αὐτοῖς ἐστιν; Ἀνηνέχθησαν αὐτοῖς καὶ Διδύμου καὶ Εὐαγρίου καὶ Θεοδώρου ἕτεραι πολλαὶ βλασφημίαι μάλα σπουδαίως τὰ περὶ τούτων ἐκλεξαμένοις. Μετὰ τοίνυν ταύτην τὴν σύνοδον χρόνου τινὸς ἐν μέσῳ [*](Niceph. xvii 29 Theophan. 240 Ioh. Nikiu c. 93. p. 520 Joh. Ephes. i 42) διαστάντος, Εὐτύχιος μὲν ἐκβάλλεται, Ἰωάννης δὲ τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως ἐκκλησίας ἀντεισάγεται, ὁ ἐκ τοῦ Σηρήμιος: κώμη δὲ αὕτη ἐν τῇ Κυνηγικῇ κειμένη τῆς Ἀντιοχέων χώρας.
190

Τηνικαῦτα ὁ Ἰουστινιανός, τῆς ὀρθῆς λεωφόρου [*](Niceph. xvii 29 Theophan. 240 Zonar. iii 284) τῶν δογμάτων ἐκτραπεὶς καὶ πρὸς τὴν ἀτριβῆ τοῖς ἀποστόλοις τε καὶ τοῖς πατράσιν ἀτραπὸν βαδίσας, ἀκάνθαις καὶ τριβόλοις περιπέπτωκεν. Ὧν καὶ τὴν ἐκκλησίαν ἐμπλῆσαι βουληθεὶς τοῦ σκοποῦ διήμαρτε, τοῦ Κυρίου τὴν βασιλικὴν ὁδὸν ἀρρήκτοις θριγκοῖς κατασφαλισαμένου,[*](Ps. lxi 4) ὡς ἂν μὴ φονευταὶ ἐπεισπηδήσωσιν ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ, τῆς προφητείας πληρώσας τὴν πρόρρησιν. Τὴν μὲν οὖν πρεσβυτέραν Ῥώμην μετὰ Βιγίλιον Ἰωάννου τοῦ καὶ Κατελίνου ἐπισκοποῦντος, τὴνδὲ νέαν Ἰωάννου τοῦ ἀπὸ Σηρήμιος, καὶ τὴν Ἀλεξανδρέων Ἀπολιναρίου, τὴν δὲ Θεουπολιτῶν Ἀναστασίου μετὰ Δομνῖνον ἐπισκοποῦντος, καὶ τὴν Ἱεροσολύμων Μακαρίου αὖθις ἀποδοθέντος τῷ οἰκείῳ θρόνῳ, ἐπεὶ Ὠριγένην καὶ Δίδυμον καὶ Εὐάγριον ἀνατεθεμάτικε μετὰ τὴν Εὐστοχίουκαθαίρεσιν, τὸ καλούμενον πρὸς Ῥωμαίων ἴδικτον γράφει, ἐν ᾧ ἄφθαρτον τὸ σῶμα τοῦ Κυρίου κέκληκε καὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν ἀνεπίδεκτον, οὕτω λέγων τὸν Κύριον πρὸ τοῦ πάθους φαγεῖν ὥσπερ μετὰ τὴν ἀνάστασιν ἔφαγε, μηδεμίαν τροπὴν ἢ ἀλλοίωσιν ἐξ αὐτῆστῆς ἐν μήτρᾳ διαπλάσεως μηδὲ ἐν τοῖς ἑκουσίοις καὶ φυσικοῖς πάθεσι, μηδὲ μετὰ τὴν ἀνάστασιν τοῦ παναγίου σώματος αὐτοῦ δεξαμένου: οἷς συναινεῖν τοὺς ἑκασταχῆ ἱερέας κατηνάγκαζε. Πάντες μὲν οὖν ἐς Ἀναστάσιον τὸν Ἀντιοχείας ἐπίσκοπον καραδοκεῖν εἰπόντες τὴν πρώτηνπεῖραν ἀπεκρούσαντο.

Ἦν δέ γε ὁ Ἀναστάσιος τὰ μὲν θεῖα ἐς τὰ [*](Niceph. xvii 30) μάλιστα λόγιος, ἀκριβὴς δὲ τοὺς τρόπους καὶ τὴν δίαιταν, ὡς καὶ τοῖς λίαν ψιλοῖς ἐπισκήπτειν καὶ μηδαμοῦ τοῦ εὐσταθοῦς καὶ βεβαίου παρεξιέναι, μή τί γε δὴ τῶν καιρίωνκαὶ ἐς αὐτὸ τὸ θεῖον ἀναφερομένων. Οὕτω δὲ τὸ ἦθος ἐκέκρατο, ὡς μηδὲ τῷ εὐπροσόδῳ τε καὶ εὐεντεύκτῳ εὐεπίβατον τοῖς μὴ καθήκουσιν εἶναι, μηδὲ τῷ αὐστηρῷ τε

191
καὶ ἀφειδεῖ δυσπρόσιτον ἐς τὰ δέοντα καθεστάναι. Ἐν μὲν οὖν τοῖς σπουδαίοις ἕτοιμος ἦν τὰ ὦτα, καὶ τὴν γλῶσσαν εὔρους, εὐθυβόλως τὰς πύστεις διαλύων: ἐν δὲ τοῖς παρέργοις τὰ μὲν ὦτα τέλεον ἀποκέκλειστο, τὴν δὲ γλῶσσαν χαλινὸς ἐπεῖχεν, ὡς καὶ τὸν λόγον λόγῳ ῥυθμίζεσθαι, καὶ τὴν σιωπὴν κρείττονα λόγου καθεστάναι. Τούτῳ ὥσπερ τινὶ δυσαλώτῳ πύργῳ ὁ Ἰουστινιανὸς προσβάλλει παντοίας μηχανὰς ἐπιστήσας, ἐννοῶν ὡς εἰ τοῦτον κατασείσειε, πόνος οὐδεὶς λελείψεται τὴν πόλιν ἑλεῖν ἀνδραποδίσαι τε τὰ ὀρθὰ τῶν δογμάτων καὶ αἰχμάλωτα λαβεῖν τὰ πρόβατα τοῦ Χριστοῦ. Ὁ δὲ εἰς [*](Eustrat. Eutychii vita PG 862 c. 41) τοσοῦτον ὑπερήρθη τῷ θείῳ φρονήματι — ἐπὶ τὴν ἄρρηκτον γὰρ πέτραν εἱστήκει τῆς πίστεως — ὡς καὶ Ἰουστινιανῷ ἀναφανδὸν ἀντειπεῖν δἰ οἰκείας μηνύσεως, καὶ ἀποδεῖξαι μάλα σαφῶς καὶ λογίως δἰ αὐτῆς, ὡς φθαρτὸν τὸ σῶμα τοῦ Κυρίου ἐν τοῖς φυσικοῖς καὶ ἀδιαβλήτοις πάθεσιν οἵ τε θεσπέσιοι ἀπόστολοι οἵ τε θεοφόροι ᾔδεσάν τε καὶ παρέδοσαν πατέρες. Ταῦτα δὲ καὶ πρὸς τὸ μοναδικὸν πρώτης τε καὶ δευτέρας Συρίας πυθόμενον ἀπεκρίνατο, πάντων ὑποστηρίζων τὰς γνώμας καὶ πρὸς τὸν ἀγῶνα ἐπαλείφων, ἐπὶ τε τῆς ἐκκλησίας ὁσημέραι ἀναγινώσκων τὸ τοῦ σκεύους τῆς ἐκλογῆς: Εἴ τις ὑμᾶς εὐαγγελίζεται παῤ ὃ [*](Galat. i 9) παρελάβετε, κἂν ἄγγελος ἐξ οὐρανοῦ ᾖ, ἀνάθεμα ἔστω. Οἷς ἀπιδόντες ἅπαντες τὰ παραπλήσια μέχρις εὐαρίθμων ἐζήλωσαν. Γέγραπται δ̓ οὖν αὐτῷ καὶ συντακτήριος πρὸς τοὺς Ἀντιοχέας λόγος, πυθομένῳ τὸν Ἰουστινιανὸν ἐθέλειν αὐτὸν ἐξοστρακίσαι: ὃν ἔστι δικαίως ἄγασθαι τῆς τε καλλιεπείας, τοῦ τε ῥοῦ τῶν νοημάτων, τῆς τε εὐπορίας τῶν ἱερῶν ῥήσεων, καὶ τοῦ προσφόρου τῆς ἱστορίας.

Ἀλλὰ τοῦ θεοῦ κρεῖττόν τι προβλεψαμένου [*](Hebr. xi 40) περὶ ἡμῶν, ὁ λόγος οὐκ ἐδημοσιεύθη. Ὁ γὰρ Ἰουστινιανὸς [*](Niceph. xvii 31) τὴν Ἀναστασίου καὶ τῶν ἀμφ̓ αὐτὸν ἱερέων

192
ἐξορίαν ὑπαγορεύων, ἀοράτως τρωθεὶς τὸν τῇδε κατέστρεψε βίον, βασιλεύσας τὰ πάντα ὀκτὼ καὶ τριάκοντα ἔτη πρὸς μησὶν ὀκτώ. Τέλος τοῦ τετάρτου τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.