Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἐκβεβλήκει δὲ καὶ Ἀναστάσιον Ἰουστῖνος τοῦ [*](Niceph. xvii 36 Joh. Ephes. i 41 Theophan. 243) Θεουπόλεως θρόνου, ἐπεγκαλῶν οἱ τῶν τε ἱερατικῶν χρημάτων τὴν γεγενημένην δαπάνην, λέγων καὶ εἰς ἄπειρον καὶ μὴ κατὰ τὸ προσῆκον γενέσθαι, τήν τε ἐς αὐτὸν βλασφημίαν. Ἐρωτηθέντα γὰρ τὸν Ἀναστάσιον τί δή ποτε οὕτω χύδην τὰ ἱερατικὰ ῥίπτει χρήματα, ἀναφανδὸν εἰπεῖν: ὡς ἂν μὴ παρὰ Ἰουστίνου τῆς κοινῆς λύμης ἀφαιρεθεῖεν. Ἐλέγετο δὲ μηνῖσαι Ἀναστασίῳ, ὅτι γε ζητοῦντι χρήματα τὴν ἐπισκοπὴν ἐγχειρισθεὶς οὐχ εἴλετο δοῦναι. Προεφέρετο δὲ καὶ ἕτερα ἄττα κατ̓ αὐτοῦ, ἐνίων οἶμαι τὸν βασιλικὸν βουληθέντων θεραπεῦσαι σκοπόν.

Μετ̓ αὐτὸν δὲ πρὸς τὸν ἱερατικὸν ἄνεισι θρόνον [*](Niceph. xvii 36) Γρηγόριος, οὗ κλέος εὐρύ, κατὰ τὴν ποίησιν, ἐκ πρώτης ἡλικίας τοῖς μοναδικοῖς ἐναποδυσάμενος σκάμμασιν, οὕτω δὲ γεννικῶς καὶ καρτερικῶς ἀγωνισάμενος ὡς τάχιστα καὶ

202
ἐκ πρώτων ἰούλων πρὸς τοὺς ἀνωτάτω βαθμοὺς ἐλάσαι, ἡγήσασθαι δὲ τῆς τῶν Βυζαντίων μονῆς ἔνθα τὸν ἄσκευον εἴλετο βίον, κελεύμασι δὲ Ἰουστίνου καὶ τοῦ Σινᾶ ὄρους: ἐν ᾦ μεγίστοις ἐμπέπτωκε κινδύνοις πολιορκίαν ὑποστὰς ὑπὸ τῶν Σκηνητῶν βαρβάρων: εἰρηνεῦσαι δ̓ οὖν αὐτῷὅμως μέγιστα τῷ τόπῳ καταπραξάμενος ἐκεῖθεν πρὸς τὴν ἀρχιερωσύνην ἐκλήθη. Ἦν δὲ γνώμην καὶ ἀρετὴν ψυχῆς πάντα ἐν πᾶσι κράτιστος, καὶ ἐς ὅ τι ὁρμήσειεν ἐξεργαστικώτατος, δέει τε ἄτρωτος, καὶ πρὸς τὸ ὑπείκειν ἢ κατεπτηχέναι δυναστείασἀληπτότατος. Οὕτω δὲ μεγαλοπρεπεῖς τὰς ἐπιδόσεις τῶν χρημάτων ἐποιεῖτο, ἐλευθερίοις τε καὶ ἀφειδέσι ἐς ἅπαντα χρώμενος, ὥστε ὅτε προΐοι παμπληθεῖς αὐτῷ καὶ τῶν εἰωθότων ἄτερ ἐπηκολούθουν, καὶ ὅσοι ὁρῷεν ἢ πυνθάνοιντο προσιόντα, συνέρρεον: καὶ ἦν τά γε ἐστὴν τοσαύτην ἀρχὴν δεύτερα τῆς ἐς τὸν ἄνδρα τιμῆς, ἐθελουσίων τὰ πολλὰ ὁρᾶν τε ἐκ τοῦ σύνεγγυς καὶ ἀκούειν διαλαλοῦντος ἐπιθυμούντων. Πόθον γὰρ ἑαυτοῦ πᾶσι τοῖς ὁπωσοῦν ἐντυγχάνουσιν ἐνεργάσασθαι ἦν ἱκανώτατος: ἰδεῖν τε ἀξιάγαστος, καὶ προσφθέγξασθαι διὰ χαρίτων ἥδιστος,νοῆσαί τε ἐκ τοῦ παραυτίκα ὀξὺς εἴ τις ἄλλος ἀνθρώπων, πρᾶξαί τε ἐς τὰ μάλιστα ὀξύτατος, καὶ βουλὴν ἄριστα βουλεῦσαι καὶ κρῖναι τά τε οἰκεῖα τά τε τῶν ἄλλων ἱκανώτατος: ὅθεν καὶ τοσαῦτα κατεπράξατο μηδὲν εἰς αὔριον ἀναβαλλόμενος. Κατέπληξε δὲ οὐ μόνον τοὺσῬωμαίων βασιλέας, ἅπασι χρώμενος ὡς ἥ τε χρεία καλοίη καὶ καιρὸς ὑπείκοι οὐχ ὑστερῶν, ἀλλὰ καὶ τοὺς Περσῶν, ὡς ἕκαστα προσφόρως δηλώσω. Ἦν δὲ ἐν αὐτῷ πολὺ μὲν τὸ σφοδρόν, ἐνιαχοῦ δὲ καὶ τὸ θυμοειδές, οὐκ ὀλίγον δὲ πάλιν ἀλλὰ καὶ μάλα περιούσιον τὸ πρᾶόν[*](Cf. Gregor. Nyss. i 249 A) τε καὶ ἥμερον: ὡς ἐπ̓ αὐτῷ ἄριστα καταντῆσαι τὰ Γρηγορίῳ τῷ θεολόγῳ πεφιλοσοφημένα, τὸ αὐστηρὸν αἰδοῖ
203
σύγκρατον, ὡς μηδὲ ἕτερον ὑπὸ τοῦ ἑτέρου καταβλάπτεσθαι, ἀλλ̓ ἀμφότερα δἰ ἀλλήλων εὐδοκιμεῖν.

Τούτου τὴν ἐπισκοπὴν πρῶτον ἔτος διέποντος, οἱ [*](Niceph. xvii 37 Menand. FHG iv 239 Theoph. Byz. ibid. 270 Joh. Epiph. ibid. 274 Joh. Ephes. ii 20, 21) τῆς πάλαι μὲν μεγάλης Ἀρμενίας, ὕστερον δὲ Περσαρμενίας ἐπονομασθείσης — ἣ πρώην Ῥωμαίοις κατήκοος ἦν, Φιλίππου δὲ τοῦ μετὰ Γορδιανὸν καταπροδόντος αὐτὴν τῷ Σαπώρῃ, ἡ μὲν κληθεῖσα μικρὰ Ἀρμενία πρὸς Ῥωμαίων ἐκρατήθη, ἡ δέ γε λοιπὴ πᾶσα πρὸς Περσῶν — , τὰ Χριστιανῶν πρεσβεύοντες, ἐπεὶ παρὰ Περσῶν κακῶς ἔπασχον καὶ μάλιστα περὶ τὴν οἰκείαν νόμισιν, ἐν παραβύστῳ ἐπρεσβεύοντο πρὸς Ἰουστῖνον ἱκετεύοντες κατήκοοι Ῥωμαίοις γενέσθαι, ὡς ἂν ἐπ̓ ἀδείας δρῷεν τὰ εἰς θεὸν γέρα μηδενὸς αὐτοῖς ἐμποδὼν γιγνομένου. Τοῦ δὲ Ἰουστίνου προσηκαμένου, καί τινων ἐν γράμμασι πρὸς τοῦ βασιλέως διομολογηθέντων ὅρκοις τε δεινοῖς κατασφαλισθέντων, ἀποσφάττουσι μὲν οἱ Ἀρμένιοι τοὺς σφῶν ἄρχοντας, προστίθενται δὲ πασσυδὶ τῇ Ῥωμαίων ἀρχῇ μεθ̓ ὧν προσειλήφεσαν πλησιοχώρων, ὁμοεθνῶν τε καὶ ἀλλοφύλων, Οὐαρδάνου προὔχοντος παῤ αὐτοῖς γένει τε καὶ ἀξιώσει καὶ τῇ περὶ τοὺς πολέμους ἐμπειρίᾳ. Ἐπεγκαλοῦντα τοίνυν περὶ τούτων Χοσρόην Ἰουστῖνος ἀπεπέμπετο, λέγων πεπεράσθαι τὰ τῆς εἰρήνης, καὶ μὴ οἷόν τε εἶναι Χριστιανοὺς ἀπορρίψαι ἐν καιρῷ πολέμου Χριστιανοῖς προσρυέντας. Καὶ ταῦτα μὲν ἀπεκρίνατο: οὐ μὴν ἐς πόλεμον παρεσκευάζετο, ἀλλὰ τῇ συνήθει τρυφῇ ἐνεδέδετο, πάντα δεύτερα τῶν οἰκείων ἡδονῶν τιθέμενος.

Στρατηγὸν δὲ τῶν ἑῴων ἐκπέμπει Μαρκιανὸν [*](Niceph. xvii 37 Joh. Epiph. FHG iv 274 s#3 Theoph. Byz. ibid. 271 Simoc. iii 10 Joh. Ephes. vi 2) συγγενῆ αὐτῷ καθεστῶτα, οὔτε στρατείαν ἀξιόμαχον δοὺς οὔτε τὴν ἄλλην τὴν ἐς τὸν πόλεμον παρασκευήν. Ὃς ἐπὶ προὔπτῳ κινδύνῳ καὶ ἐπ̓ ἀνατροπῇ τῶν ὅλων τὴν μέσην κατειλήφει τῶν ποταμῶν, ὀλίγους κομιδῇ στρατιώτας καὶ τούτους ἀνόπλους ἐπισυρόμενος, ἔχων καί τινας σκαπανέας καὶ βοηλάτας ἐκ τῶν συντελῶν ἀφῃρημένους. Συμπλέκεται μὲν οὖν ὀλίγα πρὸς Πέρσας περὶ τὴν

204
Νίσιβιν, οὔπω οὐδὲ τῶν Περσῶν παρεσκευασμένων. Καὶ τὸ πλέον ἐσχηκὼς περικάθηται τὴν πόλιν, οὐκ ἀξιωσάντων [*](Menand. FHG iv 240) τῶν Περσῶν ἀποκλεῖσαι τὰς πύλας, ἐνυβριζόντων δὲ καὶ μάλα αἰσχρῶς ἐς τὸ Ῥωμαίων στράτευμα. Τεράστια δὲ πολλὰ μὲν καὶ ἄλλα ὡρᾶτο, τὰ ἐσόμεναδυσχερῆ μηνύοντα. Καὶ βοῦν δὲ ἀρτιγενῆ ἐθεασάμεθα κατ̓ ἀρχὰς τοῦ πολέμου, ᾧ δύο κεφαλαὶ ἐκ τοῦ αὐχένος ἐπαιώρηντο.