Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Γέγονε δὲ καὶ ἀνὰ τὴν Ἔμεσαν Συμεώνης, ἀνὴρ [*](Niceph. ibid. Leontius PG 93, 1669) οὕτως τὸν τῆς κενοδοξίας ἀποδυσάμενος χιτῶνα ὡς καὶ παράφορον τοῖς οὐκ εἰδόσι δόξαι αὐτὸν εἶναι, καίτοι γε πάσης σοφίας θείας καὶ χάριτος ἐμπεπλησμένον. Οὗτος ὁ Συμεώνης τὰ πολλὰ μὲν αὐτὸς καθ̓ ἑαυτὸν διῃτᾶτο,

183
οὐδενὶ τὸ παράπαν ἄδειαν ἐνδιδοὺς εἰδέναι πότε τε ἢ ὅπως τὸ θεῖον ἱλάσκετο, μηδὲ ὅτε τὰς ἀφέξεις ἢ μεθέξεις καθ̓ ἑαυτὸν τῶν τροφῶν ποιοῖτο ἄν. Ἔστιν δὲ οὗ καὶ κατὰ τὰς λεωφόρους ἀγοράζων ἐκτετράφθαι τοῦ καθεστῶτος ἐδόκει καὶ μηδὲν φρενῆρες ἢ ἀγχίνουν ἔχειν ὅλως: καί που καὶ καπηλείῳ παρεισδὺς ἐκ τῶν προστυχόντων ἐδεσμάτων ἢ σιτίων ἤσθιεν ὅτε πεινῴη. Εἰ δέ τις ἐγκλίνας τὴν κεφαλὴν αὐτῷ προσεκύνησε, μετὰ θυμοῦ καὶ τάχους τῶν τόπων ἐξίστατο, τὸ πρὸς πολλῶν φωραθῆναι τὴν οἰκείαν ἀρετὴν δεδιώς. Καὶ τοιαῦτα μὲν τὰ κατὰ τὴν ἀγορὰν τῷ Συμεώνῃ. Ἦσαν δὲ αὐτῷ τινες συνήθεις οἷς καὶ παρενέβαλλεν, οὐδὲν ὅλως ὑποκρινόμενος. Τῶν τοίνυν συνήθων αὐτῷ ἦν τινι θεράπαινα, ἣ πρός τινος ἐκπορνευθεῖσα καὶ κυοῦσα, ἐπειδὴ [*](Ibid. 1717) τὸν τοῦτο δεδρακότα παρὰ τῶν δεσποτῶν ἐξειπεῖν ἠναγκάζετο, τὸν Συμεώνην ἔλεγεν σκοτίως αὐτῇ συμπλακῆναι, ἀπ̓ αὐτοῦ τε κυοφορεῖν, καὶ ὀμεῖσθαι ἦ μὴν ταῦτα οὕτως ἔχειν, εἰ δέοι δὲ καὶ διελέγχειν. Ὅπερ ἐπειδὴ ὁ Συμεώνης ἠκηκόει, συνετίθετο, σάρκα φορεῖν εἰπὼν τὸ εὐόλισθον χρῆμα. Ἐπειδὴ δὲ παρὰ πᾶσι τοῦτο τεθρύλητο, καὶ πολλὴν ὦφλε τὴν αἰσχύνην ὁ Συμεώνης ὡς ἐδόκει, ὑπέστελλεν ἑαυτὸν καὶ τὸν αἰδούμενον ὑπεκρίνετο. Ὡς δ̓ οὖν ἡ κυρία τῇ κυούσῃ ἧκε, καθῆστό τε τὰ εἰωθότα, ἡ μὲν ὠδὶς σφοδρότερον καὶ πολλὴν καὶ ἀνύποιστον τὴν ἀλγηδόνα κατεργαζομένη ἐς ἔσχατον κινδύνου τὴν ἄνθρωπον κατήγαγεν, ὁ δὲ τόκος οὐδαμῆ προέκοπτεν. Ἐπειδὴ οὖν τὸν Συμεώνην ἐξεπίτηδες ἀφιγμένον ἱκέτευον προσεύξασθαι, ἀναφανδὸν εἶπε μὴ πρότερον ἀποτέξειν τὸ γύναιον, πρὶν ἂν εἴποι τίς ὁ φύσας τὸ κυοφορούμενον εἴη. Ὅπερ ἐπειδὴ πέπραχε, καὶ τὸν ὄντως ἀνεῖπε πατέρα, εὐθὺ τὸ βρέφος ἐξήλατο, ὑπὸ τῆς ἀληθείας μαιευθέν. Οὗτός ποτε εἴς τι δωμάτιον ἑταίρας εἰσεληλυθὼς
184
ὤφθη, καὶ τὴν θύραν ἀποκλείσας μόνος πρὸς μόνην ἐχρόνιζεν. Ὡς γοῦν ἀνακλίνας τὴν θύραν ἀπιὼν ᾤχετο, πανταχῆ θεώμενος μή τις αὐτὸν ὁρῴη, ἐπὶ μεῖζον τὰ τῆς ὑπονοίας ἤρθη ὡς τοὺς ἑωρακότας ἀγαγεῖν τὴν ἄνθρωπον, καὶ πυνθάνεσθαι τί τε εἰσιτητὰ τῷ Συμεώνῃ παῤ αὐτὴνεἴη καὶ ἡ τοσαύτη τοῦ καιροῦ τριβή. Ἡ δὲ διώμνυτο τρίτην ἀπ̓ ἐκείνης ἡμέραν μηδενὸς ἀπογεύσασθαι ἀπορίᾳ τῶν ἀναγκαίων ἣ μόνον ὕδατος, τὸν δὲ ὄψα τε κομίσαι καὶ σιτία καὶ οἴνου τι ἄγγος, καὶ τὴν θύραν ἀποκλείσαντα τράπεζαν παραθεῖναι δειπνίσαι τε ταύτην, ἐγκελευσάμενοντῆς θοίνης ἐμπλησθῆναι, ἱκανῶς τῇ ἀφέξει τῆς τροφῆς πιανθεῖσαν: καὶ τὰ λείψανα τῶν ἀποκομισθέντων προέφερεν. [*](Ibid. 1716) Ἀλλὰ γὰρ καὶ τοῦ κλόνου τοῦ τὴν παραλίαν Φοινίκην κατασείσαντος παρὰ πόδας ὄντος, ἡνίκα ἥ τε ΒηρυτίωνΒιβλίων τε καὶ Τριπολιτῶν μάλιστα πεπόνθασιν, ῥυτῆρα τῇ χειρὶ μετεωρίζων ἔτυπτε τῶν κιόνων τοὺς πλείους ἀνὰ τὴν ἀγοράν: Στῆτε, βοῶν, ὀρχήσασθ̓ ἔχετε. Ἐπεὶ τοίνυν οὐδὲν τἀνδρὸς ἦν πάρεργον, οἱ τούτοις περιτυχόντες τὸν νοῦν ἐτίθεσαν τίνας τῶν κιόνων μὴ τύπτωνπαρῄει. Οἳ καὶ μετ̓ οὐ πολὺ πεπτώκασιν, ἔργον τῶν σεισμῶν γενόμενοι. Πολλὰ δὲ καὶ ἕτερα πέπραχεν, ἃ καὶ πραγματείας ἰδιαζούσης δεῖται.

Ἦν δὲ τηνικάδε καὶ Θωμᾶς τόνδε διαθλεύων τὸν [*](Niceph. xvii 23) βίον ἀνὰ τὴν κοίλην Συρίαν, ὃς πρὸς τὴν Ἀντιόχου γέγονεντὴν ἐπέτειον χορηγίαν κομιούμενος τῆς κατ̓ αὐτὸν μονῆς: ἐντέτακτο δὲ ἐκ τῆς αὐτόσε ἐκκλησίας. Τοῦτον ὁ Ἀναστάσιος οἰκονομῶν τὴν ἐκκλησίαν, ἐπειδὴ συχνῶς αὐτὸν ἠνώχλει, τῇ χειρὶ κατὰ κόρρης ῥαπίζει: καὶ δυσανασχετούντων τῶν σφίσι παρόντων, ἔφη οὔτε αὐτὸν ἔτιλήψεσθαι, οὔτε τὸν Ἀναστάσιον δώσειν: καὶ ἄμφω γενέσθαι,

185
Ἀναστασίου μὲν μεθ̓ ἡμέραν μίαν τὸν βίον καταστρέψαντος, Θωμᾶ δὲ ἐν τῷ τῶν νοσούντων καταγωγίῳ ἀνὰ τὸ προάστειον Δάφνην ἐν τῇ ἀποπορεύσει ἐπὶ τὸν ἀγήρω μεταστάντος βίον. Οὗ τὸν νεκρὸν ἔθεντο ἐν τοῖς τῶν ἐπηλύδων τάφοις. Ἐπειδὴ δέ, ἑνὸς καὶ δευτέρου τεθέντοιν, ὕπερθεν αὐτοῖν τὸ αὐτοῦ σῶμα γέγονε, μέγιστον θαῦμα τοῦ θεοῦ καὶ μετὰ θάνατον αὐτὸν ἀναδεικνύντος — ἀπεπέμποντο γὰρ μακρὰν ἀποκρουόμενοι — , θαυμάσαντες τὸν ἅγιον Ἐφραιμίῳ διαγγέλλουσι. Καὶ μετὰ δημοτελοῦς ἀγερωχίας καὶ πομπῆς μετακομίζεται ὁ πανάγιος αὐτοῦ νεκρὸς ἀνὰ τὴν Ἀντιόχου, ἔν τε τῷ κοιμητηρίῳ τιμᾶται, τὴν τηνικαῦτα φοιτήσασαν λοιμώδη νόσον τῇ μεταθέσει παύσας. Οὗ καὶ τὴν ἐτησίαν ἑορτὴν μέχρι ἡμῶν παῖδες Ἀντιοχέων μεγαλοπρεπῶς ἄγουσιν. Ἀλλ̓ ἐπὶ τὸ προκείμενον τοῦ λόγου τὴν ῥύμην μεταγάγωμεν.

Ἀνθίμου ὥς μοι λέλεκται τοῦ θρόνου τῆς βασιλίδος [*](Niceph. xvii 25) ἐκβεβλημένου, Ἐπιφάνιος τὴν ἐπισκοπὴν διαδέχεται. Μετὰ δὲ αὖ Ἐπιφάνιον Μηνᾶς, ἐφ̓ οὖ καὶ θαῦμα γέγονε λόγου πολλοῦ ἄξιον. Ἔθος παλαιὸν βούλεται [*](Georg. Mon. 550) ἀνὰ τὴν βασιλεύουσαν, ὅταν πολύ τι χρῆμα τῶν ἁγίων μερίδων τοῦ ἀχράντου σώματος Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐναπομείνῃ, παῖδας ἀφθόρους μεταπέμπτους γίνεσθαι παρὰ τῶν ἐς χαμαιδιδασκάλου φοιτώντων, καὶ ταῦτα κατεσθίειν. Ὅπερ ἐπειδὴ γέγονεν, ἡλίσθη μετὰ τῶν παίδων ὑαλουργοῦ παῖς, Ἑβραίου τὴν δόξαν: ὃς τοῖς γονεῦσι τὴν αἰτίαν τῆς βραδυτῆτος πυνθανομένοις ἀνεῖπε τὸ γεγονός, καὶ ὅπερ ἀποφαγὼν σὺν τοῖς ἄλλοις παισὶν εἴη. Ὁ δὲ φύσας θυμωθεὶς καὶ μηνίσας, ἐν τῷ πνιγεῖ τῶν ἀνθράκων ἔνθα τὴν ὕαλον ἐμόρφου τὸν παῖδα καθίησι ἀνάψας. Ὡς δὲ τὸν παῖδα ἡ μήτηρ ζητοῦσα εὑρεῖν οὐκ ἴσχυεν, πανταχῆ τῆς πόλεως ᾔει ποτνιωμένη καὶ λύγιον κωκύουσα: καὶ τριταία παρὰ τὴν θύραν τοῦ ἐργαστηρίου τἀνδρὸς ἑστῶσα ὀνομαστὶ ἀνεκάλει τὸν παῖδα, τοῖς θρήνοις σπαραττομένη. Ὁ δὲ τῆς φωνῆς τῆς μητρὸς συνιεὶς ἐκ τοῦ πνιγέως ἀνταπεκρίνετο. Ἡ δὲ τὰς θύρας

186
διατεμοῦσα εἴσω τε γενομένη ὁρᾷ τὸν παῖδα τῶν ἀνθράκων μέσον ἑστῶτα, τοῦ πυρὸς αὐτοῦ μὴ προσψαύοντος. Ὃς ἀνερωτώμενος ὅπως ἀπαθὴς μεμενήκει, γυναῖκα ἔφη πορφυρᾶν ἀμπεχομένην ἐσθῆτα συχνὰ φοιτῶσαν παῤ αὐτὸν ὕδωρ ὀρέγειν, καὶ τούτῳ τοὺς πλησιάζοντας τῶν ἀνθράκωνκατευνάζειν, σιτίζειν τε αὐτὸν ὁσάκις πεινῴη. Ὅπερ ἐπειδὴ ἐς Ἰουστινιανὸν ἠνέχθη, τὸν μὲν παῖδα καὶ τὴν μητέρα τῷ λουτρῷ τῆς παλιγγενεσίας φωτισθέντας ἐκλήρωσε: τὸν δὲ φύσαντα οὐκ ἀνασχόμενον Χριστιανοῖς ἐναριθμηθῆναι ἐν Συκαῖς ὡς παιδοφόνον ἀνεσκολόπισε.Καὶ ταῦτα μὲν τῇδε γέγονε.

Μετὰ δὲ Μηνᾶν Εὐτύχιος εἰς τὸν θρόνον ἄνεισιν. [*](Niceph. xvii 26) Ἀνὰ δὲ τὰ Ἱεροσόλυμα μετὰ Μαρτύριον Σαλούστιος τὸν θρόνον διαδέχεται, Ἡλίας τε μετὰ τοῦτον, Πέτρος τε αὖ, καὶ μετ̓ ἐκεῖνον Μακάριος, οὔπω βασιλέως προσηκαμένου,ὃς ἐξώσθη τῆς οἰκείας καθέδρας: ἔφασκον γὰρ αὐτὸν τὰ Ὠριγένους πρεσβεύειν δόγματα. Μεθ̓ ὃν τὴν ἐπισκοπὴν Εὐστόχιος διεδέξατο. Μετὰ δὲ τὴν ἐκβολὴν Θεοδοσίου ὡς προδεδιήγηται, ἐπίσκοπος τῆς Ἀλεξανδρέων Ζώϊλος ἀναδείκνυται: καὶ τοῖς αὐτῶν ἡγησαμένοις προστεθέντος,Ἀπολινάριος τὴν καθέδραν ἐγχειρίζεται. Μετὰ δὲ Ἐφραίμιον Δομνῖνος τὸν Ἀντιοχείας πιστεύεται θρόνον.