Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἰουστινιανὸς ἦν μὲν χρημάτων ἄπληστος, καὶ [*](Niceph. xvii 19 Cf. Procop. Hist. Arcana Zonar. iii 270) τῶν ἀλλοτρίων οὕτως ἐκτόπως ἐραστὴς ὡς καὶ τὸ ὑπήκοον ἅπαν χρυσίου πιπράσκειν τοῖς τε τὰς ἀρχὰς ἐπιτροπεύουσι, τοῖς τε τοὺς φόρους ἐκλέγουσι, καὶ τοῖς ὅσοι ἀπ̓ οὐδεμιᾶς αἰτίας ῥάπτειν ἐπιβουλὰς τοῖς ἀνθρώποις ἐθέλουσι. Πολλοὺς δὲ καὶ ἀναρίθμους τῶν τὰ πολλὰ κεκτημένων, προφάσεις ἀπροφασίστως ἐπιχρώσας, τὰς οὐσίας ἁπάσας ἐζημίωσεν. Ἢν δὲ καὶ γυνὴ ἑταιριζομένη ἐποφθαλμιῶσά τῳ ὁμιλίαν τινὰ ἢ μῖξιν ἀνέπλασεν, εὐθὺς ἅπαντα φροῦδα τὰ τῶν νόμων καθίστατο, καὶ τὸν Ἰουστινιανὸν προσεταιρισαμένη τοῦ ἀτόπου κέρδους ὅλον τὸν πλοῦτον τοῦ συκοφαντηθέντος οἴκοι μετεσκευάσατο. Καὶ ἀφειδὴς δὲ χρημάτων ὑπῆρχεν: ὥστε καὶ πολλοὺς ἁγίους καὶ ἑκασταχοῦ νεὼς μεγαλοπρεπεῖς ἀναστῆσαι, ἄλλους τε εὐαγεῖς οἴκους ἐς ἐπιμέλειαν ἀνδρῶν τε καὶ γυναίων ἀώρων

180
τε καὶ ἐξώρων καὶ τῶν ὑπὸ νοσημάτων ποικίλων ἐνοχλουμένων: συντάξεις τε μεγάλας ἀποκληρῶσαι, ὅθεν δέοι ταῦτα γίγνεσθαι: πρᾶξαί τε καὶ ἄλλα μυρία εὐσεβῆ καὶ θεῷ ἀρέσκοντα, εἴπερ ἐξ οἰκείων δρῷεν οἱ τούτων ἐργάται καὶ καθαρὰς τὰς σφῶν πράξεις καρποφοροῖεν.

Ἀνέστησε δὲ καὶ κατὰ τὴν Κωνσταντίνου πολλοὺς [*](Niceph. xvii 20) μὲν ἐς κάλλος ἐξησκημένους τῷ θείῳ καὶ τοῖς ἁγίοις σηκούς. Ἐδομήσατο δὲ μέγα τι καὶ ἀπαράβλητον χρῆμα, οὐχ ἱστορηθὲν πώποτε, τὸν μέγιστον τῆς ἐκκλησίας νηόν, εὐπρεπῆ τε καὶ ἔνδοξον καὶ λόγου δύναμιν ἐκβαίνοντα.Καὶ πειράσομαι δὲ ὡς ἂν οἷός τε ὧ χωρογραφῆσαι τὸ [*](Procop. iii 174) τέμενος. Θόλος ἐστὶν ὁ τῶν ἀνακτόρων νηὸς τέτταρσι μετεωριζομένη ψαλίσιν, ἐς τοσοῦτον ὕψος ἐπαιρομένη ὡς ἔνερθεν μὲν τοῖς ἀτενίζουσι δυσέφικτον εἶναι τοῦ ἡμισφαιρίου τὴν ἀποπεράτωσιν, ὕπερθε δὲ τοὺς γινομένουσμηδαμῆ πειρᾶσθαι, εἰ καὶ μάλα τολμητής τις εἴη, ὑπερκύπτειν καὶ ἐς τὸν πυθμένα τὰς ὄψεις παραπέμπειν. Αἱ δὲ ψαλίδες κεναὶ ἐξ ἐδάφους μέχρι τῆς καλύπτρας τῆς [*](Paul. Silent. v. 387) ὀροφῆς ἐπαίρονται. Ἐν δεξιᾷ δὲ καὶ κατὰ τὸ εὐώνυμον κίονες αὐταῖς παρατετάχαται ἐκ Θεσσάλου λίθου πεποιημένοι,ὑπερῷά τε μετεωρίζουσιν ἑτέροις παραπλησίοις κίοσι, προκύπτειν τοῖς βουλομένοις διδόντες ἐς τὰ τελούμενα: ὅθεν καὶ ἡ βασιλὶς παροῦσα ταῖς ἑορταῖς τῇ ἱερουργίᾳ τῶν μυστηρίων ἐφίσταται. Αἱ δὲ πρὸς ἀνίσχοντα καὶ δυόμενον ἥλιον οὕτως ἀφείθησαν, οὐδενὸσἐμποδὼν τῷ θαύματι τοῦ τηλικούτου μεγέθους γινομένου. Στοαὶ δὲ τῶν λελεγμένων ὑπερῴων ἔνερθε κίοσι καὶ ψαλίσι σμικραῖς τοσοῦτον ἔργον ἀποπερατοῦσαι. Ὡς ἂν δὲ καὶ τὸ θαῦμα τῆς οἰκοδομίας τρανότερον ᾖ, καὶ τοὺς πόδας συνεῖδον ἐνθεῖναι τοῦ τε μήκους τοῦτε εὔρους τοῦ τε ὕψους καὶ τῶν ψαλίδων τό τε διάκενον τό τε ὕψος, ἔχοντας ὧδε: ἔστιν μὲν οὖν τὸ μῆκος ἐκ τῆς καταντικρὺ θύρας τῆς ἱερᾶς κόγχης ἔνθα τὰ τῆς

181
ἀναιμάκτου καλλιερεῖται θυσίας, μέχρις αὐτῆς, ποδῶν ἑκατὸν ἐνενήκοντα: τὸ δέ γε εὖρος κατὰ βορρᾶν καὶ νότον ποδῶν ἑκατὸν πεντεκαίδεκα: τὸ δὲ βάθος ἀπὸ τοῦ κέντρου τοῦ ἡμισφαιρίου μέχρις ἐδάφους ποδῶν ἑκατὸν ὀγδοήκοντα: καὶ τῶν ψαλίδων, τὸ μὲν ἑκάστης εὖρος ποδῶν --- , τὸ δέ γε μῆκος ἀπὸ ἀνατολῶν εἰς δύσιν πόδες διακοσίων ἑξήκοντα: τὸ δὲ πλάτος τοῦ ἐμφώτου αὐτῶν ποδῶν ἑβδομήκοντα πέντε: εἰσὶ δὲ καὶ πρὸς δυόμενον ἥλιον ἐκπρεπεῖς ἕτεραι δύο στοαί, καὶ πάντοθεν ὑπαίθριοι αὐλαὶ εἰς κάλλος ἐξησκημέναι. Εἴργασται δὲ αὐτῷ καὶ ὁ τῶν θεσπεσίων [*](Procop. iii 187) ἀποστόλων νηὸς οὐκ ἐθέλων ἑτέρῳ τὰ πρωτεῖα διδόναι: ἐν ᾧ οἵ τε βασιλεῖς οἵ τε ἱερωμένοι τῆς νενομισμένης ταφῆς [*](Sozom. ii 34) τυγχάνουσι. Περὶ μὲν οὖν τούτων καὶ τῶν τοιούτων ἁμωσγέπως εἰπεῖν τοιαῦτα.

Ὑπῆν δὲ καὶ ἕτερον τῷ Ἰουστινιανῷ πᾶσαν [*](Niceph. xvii 21 Procop. iii 47, 110 Malal. 425 FHG v 38)θηριώδη γνώμην ἐκβαῖνον, εἴτε δὲ φύσεως ἁμαρτία, εἴτε δειλίας τε καὶ φόβων ἔκγονον, οὐκ ἔχω λέγειν, ἐκ τῆς δημώδους στάσεως τοῦ Νίκα τὴν ἀρχὴν ἕλκον. Ἐδόκει γὰρ θἀτέρῳ τῶν μερῶν, τῷ κυανέῳ φημί, ἀτεχνῶς προσκεκλίσθαι ἐς τοσοῦτον ὥστε καὶ μιαιφονίας αὐτοὺς ἐν μέσῃ ἡμέρᾳ καὶ ἐν μέσῃ τῇ πόλει ἐργάζεσθαι τῶν ἀπ̓ ἐναντίας, καὶ μὴ μόνον ποινὰς μὴ δεδιέναι ἀλλὰ καὶ γερῶν ἀξιοῦσθαι, ὡς πολλοὺς ἀνδροφόνους ἐντεῦθεν γενέσθαι. Ἐξῆν δὲ αὐτοῖς καὶ τοῖς οἴκοις ἐπιέναι καὶ τὰ ἐναποκείμενα κειμήλια ληΐζεσθαι καὶ τοῖς ἀνθρώποις τὰς σφῶν πιπράσκειν σωτηρίας. Καὶ ἤν τις τῶν ἀρχόντων εἴργειν ἐπειράθη, περὶ τὴν σωτηρίαν αὐτὴν ἐκινδύνευεν. Ὅθεν ἀμέλει εἷς τις τὴν ἑῴαν ἐπιτροπεύων ἀρχήν, ἐπεὶ ἐνίους τῶν νεωτεριζόντων νεύροις ἐσωφρόνισεν, ἀνὰ τὸ μεσαίτατον τῆς πόλεως νεύροις ᾐκίσθη τε καὶ περιηνέχθη. Καλλίνικος [*](Procop. iii 100) δὲ τῶν Κιλίκων ἡγούμενος, δύο ἀνδροφόνω Κίλικε, Παῦλον καὶ Φαυστῖνον, ἐπελθόντε οἱ καὶ διαχρήσασθαι βουλομένω,

182
ἐπεὶ ταῖς ἐκ νόμων ποιναῖς ἐκτέθεικεν, ἀνεσκολοπίσθη, ποινὴν ὑπὲρ ὀρθῆς συνέσεως καὶ τῶν νόμων ταύτην καταβαλών. Ἐντεῦθεν οἱ θἀτέρου μέρους τὰ οἰκεῖα φεύγοντες καὶ πρὸς οὐδένων ἀνθρώπων δεξιούμενοι, ἀλλὰ καὶ ὡς ἅγη πάντοθεν ἐλαυνόμενοι, τοῖς ὁδοιποροῦσιν ἐφήδρευονλωποδυσίας τε καὶ μιαιφονίας ἐργαζόμενοι, ὡς πάντα πλήρη θανάτων ἀώρων λεηλασίας τε καὶ τῶν λοιπῶν ἀτοπημάτων εἶναι. Ἔστιν δὲ οὗ πρὸς τὰ ἐναντία μεταχωρήσας καὶ αὐτοὺς διεχρήσατο, τοῖς νόμοις ἐκδοὺς οὓς ἀφῆκεν ἀνὰ τὰ ἄστη ἀνοσιουργεῖν βαρβάροις ἴσα. Καὶτὰ μὲν περὶ τούτων λεπτομερῶς λέγειν κρεῖττον καὶ λόγου καὶ χρόνου: ἀπόχρη δὲ ταῦτα τεκμηριῶσαι καὶ τὰ ἐπίλοιπα.

Γεγόνασι δὲ κατ̓ ἐκεῖνο καιροῦ ἄνδρες θεοφόροι [*](Niceph. xvii 22) καὶ μεγάλων σημείων ἐργάται πολλαχοῦ μὲν γῆς, ὦν δὲτὸ κλέος ἑκασταχοῦ διέλαμψεν. Βαρσανούφιος, Αἰγύπτιος γένος, οὕτως ἐν σαρκὶ τὸν ἄσαρκον διήθλησε βίον ἔν τινι φροντιστηρίῳ ἀγχοῦ Γάζης τοῦ πολίσματος, ὥστε πολλὰ μὲν καὶ μνήμης κρείττονα θαυματουργῆσαι, πιστεύεσθαι δὲ καὶ ζῆν αὐτὸν ἐν οἰκίσκῳ καθειργμένον, καίτοι γε ἀπὸτούτων πεντήκοντα καὶ πρός γε χρόνων οὔτε ὀφθέντα τῳ, οὔτε τῶν ἐπὶ γῆς τινος μετειληφότα. Οἷς δυσαπιστῶν Εὐστόχιος ὁ τῶν Ἱεροσολύμων πρόεδρος ἐπειδὴ διορύττειν ἔγνω τὸν οἰκίσκον οὗ καθεῖρκτο ὁ ἄνθρωπος τοῦ θεοῦ, πῦρ ἐκθορὸν μικροῦ τοὺς αὐτόσε πάντας ἐνέπρησε.