Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἐκβεβλημένου τοίνυν Φλαβιανοῦ, Σευῆρος ἐπὶ [*](Niceph. xvi 29) [*](21) τὸν ἱερατικὸν τῆς Ἀντιόχου θρόνον ἄνεισι, χρηματιζούσης τῆς πόλεως ἔτος πρῶτον καὶ ἑξηκοστὸν καὶ πεντακοσιοστόν, ἀνὰ τὸν Δῖον μῆνα, τῆς ἕκτης ἐπινεμήσεως τοῦ τηνικάδε κύκλου, κατὰ τήνδε τὴν γραφὴν χρηματιζούσης πρῶτον τεσσαρακοστὸν καὶ ἑξακοσιοστὸν ἔτος. Ὃς πατρίδα τὴν Σωζοπολιτῶν κληρωσάμενος, ἢ μία τοῦ Πισιδῶν ἐστιν ἔθνους, δικανικοῖς πρώην ἐσχολάκει λόγοις ἀνὰ τὴν Βηρυτίων: ἐκ δὲ τῆς τῶν νόμων ἀσκήσεως εὐθὺ τοῦ ἁγίου μεταλαβὼν βαπτίσματος ἀνὰ τὸ ἱερὸν τέμενος Λεοντίου τοῦ θεσπεσίου μάρτυρος, τοῦ ἐπὶ τῆς Τριπολιτῶν Φοινίκης παράλου τιμωμένου, ἐπὶ τὸν μονήρη βίον μετῆλθεν ἔν τινι φροντιστηρίῳ, ἀνὰ τὸν μέσον χῶρον κειμένῳ Γάζης τοῦ πολίσματος καὶ τοῦ λεγομένου Μαιουμᾶ [*](Theophau. 156)

132
τοῦ πολιχνίου. Ἔνθα καὶ Πέτρος ὁ Ἴβηρ ὁ τῆς αὐτῆς Γάζης προεδρεύσας καὶ σὺν Τιμοθέῳ τῷ Αἰλούρῳ πεφευγὼς διὰ τῶν αὐτῶν ἦλθε σκαμμάτων, πολὺν λόγον ἑαυτῷ καταλελοιπώς. Καὶ Νηφαλίῳ μὲν ὁ Σευῆρος διαλογικῶς συμπλέκεται, τῆς αὐτῆς αὐτῷ πρότερον καθεστῶτιμοίρας περὶ τὴν μίαν φύσιν, ὕστερον δὲ τῆς ἐν Καλχηδόνι συνόδου καὶ τῶν δύο πρεσβευόντων φύσεις ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γενομένῳ. Ἐξελαύνεται [*](Joh. Nikiu c. 89, p. 494 Barhebr. i 188 Theophan. 152 Rev. Arch. N.S. 26, 396) δὲ πρὸς αὐτοῦ Νηφαλίου καὶ τῶν σὺν αὐτῷ τοῦ οἰκείου φροντιστηρίου, μεθ̓ ἑτέρων πολλῶν τὰ παραπλήσιαδοξαζόντων αὐτῷ. Ἔνθεν ἐπὶ τὴν βασιλέως ἄνεισι πόλιν, ὑπέρ τε αὐτοῦ καὶ τῶν ἅμα αὐτῷ ἐξεληλαμένων πρεσβεύσων: καὶ Ἀναστασίῳ τῷ βασιλεῖ γνώριμος καθίσταται, ὡς τὰ περὶ τούτων τῷ συγγράψαντι [*](Liberat. xix Theod. Lect. ii 31 Cyrill. Scyth. Sabae vita c. 56 Niceph. xvi 30) τὸν Σευήρου βίον ἀνείληπται. Συνοδικὰς τοίνυν ἐπιστολὰσγράφων ὁ Σευῆρος ῥητῶς τὴν ἐν Καλχηδόνι σύνοδον ἀνατεθεμάτικε: περὶ οὗ τὰ πρὸς Ἀλκίσωνά φησι γράμματα ταυτὶ τὰ ῥήματα: Τὰ μὲν συνοδικὰ Τιμοθέου τοῦ νῦν Κωνσταντινουπόλεως ἐδέχθη ἐνταῦθα ἐν Παλαιστίνῃ, ἡ δὲ καθαίρεσισΜακεδονίου καὶ Φλαβιανοῦ οὐκ ἐδέχθη: ἀλλ̓ οὐδὲ τὰ συνοδικὰ Σευήρου. Ἀλλὰ καὶ οἱ κομίσαντες ἐνταῦθα ἀτιμασθέντες καὶ ὑβρισθέντες ἀξίως ἔφυγον τῆς πόλεως, ἐπ̓ αὐτοὺς τοῦ δήμου τε καὶ τῶν μοναχῶν κινηθέντων. Καὶ ἡ μὲν Παλαιστίνη ἐν τούτοις ἦν. Τῶν δὲ ὑπ̓Ἀντιόχειαν οἱ μὲν συναρπασθέντες ὑπήχθησαν, ἐξ ὧν ἐστι καὶ Μαρῖνος ὁ Βηρυτοῦ ἐπίσκοπος: οἱ δὲ βίᾳ καὶ ἀνάγκῃ συνέθεντο τοῖς συνοδικοῖς Σευήρου, ἀναθεματισμὸν ἔχουσιν ἅμα τῆς συνόδου καὶ τῶν λοιπῶν τῶν εἰρηκότων δύο φύσεις ἢ ἰδιότητας ἐπὶ τοῦ Κυρίου, τῆς σαρκὸς καὶτῆς θεότητος: οἱ δὲ μετὰ τὸ ἐξ ἀνάγκης συνθέσθαι μεταβαλλόμενοι ἀνεκαλέσαντο, ὦν εἰσιν οἱ ὑπὸ Ἀπάμειαν ἐπίσκοποι: ἄλλοι δὲ καθόλου οὐκ ἠνέσχοντο συνθέσθαι, ὧν εἰσιν Ἰουλιανὸς ὁ Βοστρῶν καὶ Ἐπιφάνιος ὁ Τύρου
133
καὶ ἄλλοι τινές, ὥς φασι, τῶν ἐπισκόπων. Οἱ δὲ Ἴσαυροι νῦν ἀνανήψαντες ἑαυτῶν μὲν καταγινώσκουσιν ἐπὶ τῇ προτέρᾳ ἐξαπάτῃ, Σευῆρον δὲ καὶ τοὺς σὺν αὐτῷ ἀναθεματίζουσιν. Ἕτεροι δὲ τῶν ὑπὸ Σευῆρον ἐπισκόπων καὶ κληρικῶν τὰς ἐκκλησίας ἀφέντες ἔφυγον. Ὧν ἐστι καὶ ὁ Βοστρῶν Ἰουλιανὸς καὶ Πέτρος ὁ Δαμασκοῦ ἐνταῦθα διάγοντες: ἀλλὰ καὶ Μάμας, εἷς δὲ οὗτος τῶν δοξάντων δύο ἐξάρχων εἶναι τῶν Διοσκοριανῶν ὑφ̓ ὧν καὶ Σευῆρος κατήχθη, καταγνοὺς αὐτῶν τῆς αὐθαδείας. Καὶ μεθ̓ ἕτερα: Τὰ δὲ ἐνταῦθα μοναστήρια καὶ αὐτὰ τὰ Ἱεροσόλυμα ὁμονοοῦσι σὺν θεῷ περὶ τὴν ὀρθὴν πίστιν, καὶ ἄλλαι δὲ πλεῖσται πόλεις μετὰ τῶν ἐπισκόπων: περὶ ὧν ἁπάντων καὶ ἡμῶν προσεύχου μὴ εἰσελθεῖν εἰς πειρασμόν, δέσποτα ἁγιώτατε καὶ τιμιώτατε ἡμῶν πάτερ.

Ἐπειδὴ τοίνυν ταῦτα τὰ γράμματα λέγει τοὺς [*](Niceph. xvi 31)ὑπὸ Ἀπάμειαν ἱερέας ἀποπηδῆσαι ἀπὸ Σευήρου, φέρε τι προσθῶμεν ὅπερ ἐς ἡμᾶς πατρόθεν διέβη, εἰ καὶ ἱστορίᾳ μέχρι νῦν οὐκ ἀνείληπται. Κοσμᾶς τὴν ἡμετέραν ἐπισκοπῶν Ἐπιφάνειαν ἣ τὸν Ὀρόντην σύνοικον ἔχει, καὶ Σευηριανὸς Ἀρέθουσαν τὴν ἀστυγείτονα, πρὸς τὰ συνοδικὰ Σευήρου ταραχθέντες καὶ τῆς ἐκείνου κοινωνίας ἑαυτοὺς ἀπορρήξαντες, βιβλίον καθαιρέσεως αὐτῷ διαπέμπονται ἐσέτι τὴν Ἀντιόχου πόλιν ἐπισκοποῦντι. Ἐγχειρίζουσι δὲ τὸ βιβλίον Αὐρηλιανῷ, τῷ τῶν διακόνων πρώτῳ τῆς Ἐπιφανέων: ὃς ἐπειδὴ τὸν Σευῆρον ἐδεδοίκει καὶ τὸν τῆς τοσαύτης ἐπισκοπῆς ὄγκον, ὅτε τὴν Ἀντιόχου κατειλήφει, ἐσθῆτα γυναικείαν ἑαυτῷ περιθεὶς προσῄει τῷ Σευήρῳ, ἀκκιζόμενός τε καὶ θρυπτόμενος καὶ διὰ πάντων τὸ εἶναι γυνὴ σχηματιζόμενος, καὶ τὸ κατὰ τῆς κεφαλῆς φάρος μέχρι τῶν στέρνων καθείς, ὀλοφυρόμενός τε καὶ μύχιον ποτνιώμενος, ἱκετηρίας τινὸς προσχήματι προϊόντι τῷ Σευήρῳ τὴν καθαίρεσιν ἐπιδίδωσι: καὶ πάντας διαλαθὼν τοῦ ἑπομένου ἔξεισιν ὁμίλου καὶ δρασμῷ τὴν σωτηρίαν

134
ὠνεῖται, πρὶν τὸν Σευῆρον τὰ ἐν τῷ βιβλίῳ κείμενα γνῶναι. Ὅμως δ̓ οὖν ὁ Σευῆρος καὶ τὸ βιβλίον δεξάμενος καὶ τὰ ἐν αὐτῷ συνείς, τῷ οἰκείῳ προσεκαρτέρησε θρόνῳ, μέχρι τῆς Ἀναστασίου τελευτῆς. Ὡς οὖν Ἀναστάσιος τὰ ἐπὶ Σευήρῳ γεγενημένα διέγνω,ἱστορητέον γὰρ τὴν πρᾶξιν φιλανθρώπως τῷ Ἀναστασίῳ διεσκευασμένην, προστάττει Ἀσιατικῷ τὴν στρατιωτικὴν ἀρχὴν τῆς ἐν Φοινίκῃ Λιβανησίας ἐπιτραπέντι, Κοσμᾶν καὶ Σευηριανὸν τῶν οἰκείων ἐξελάσαι θρόνων, διότι τῷ Σευήρῳ τῆς καθαιρέσεως τὸ βιβλίον πεπόμφασιν. Ὃς ἐπειδὴ τὰτῆς ἑῴας κατειλήφει μέρη πολλούς τε τῶν Κοσμᾶ καὶ Σευηριανοῦ δογμάτων ἀντεχομένους εὗρε μάλα τε γεννικῶς αὐτῶν ἀντιποιουμένας τὰς σφῶν πόλεις, ἀνήγαγε τῷ Ἀναστασίῳ ἀναιμωτὶ μὴ δύνασθαι τούτους τῶν οἰκείων φυγαδεύειν θρόνων. Τοσοῦτον τοιγαροῦν περιῆν φιλανθρωπίαστῷ Ἀναστασίῳ, ὡς διαρρήδην γράψαι τῷ Ἀσιατικῷ μηδὲν βούλεσθαι προελθεῖν, μηδ̓ ἂν εἰ μέγα τε καὶ ἀξιόλογον ᾖ, εἴπερ αἵματος ῥανὶς ἐκχέοιτο. Ἐν τούτοις μὲν οὖν τὰ κατὰ τὰς ἐκκλησίας πανταχοῦ γῆς καθειστήκει μέχρι τῆς Ἀναστασίου βασιλείας: ὃν καὶ ὡσἐναντίον τῆς ἐν Καλχηδόνι συνόδου τινὲς κρίναντες τῶν ἱερῶν περιεῖλον δέλτων. Ἐν δὲ τοῖς Ἱεροσολύμοις καὶ ζῶν ἀνεθεματίσθη.

Οὐκ ἀπὸ δὲ τρόπου καθ̓ ἣν ἐτύχομεν προκαταβεβληκότες [*](Niceph. xvi 36 Malal. 393 et Hermes vi 373 Theophan. 137 — 140 Theod. Lect. ii 9 Joh. Antioch. FHG v 30 Marcell. Com. a. 492 Cf. FHG iv 141) ὑπόσχεσιν, καὶ τὰ ἕτερα λόγου ἄξια ὑπὸτοῖς Ἀναστασίου χρόνοις γενόμενα συνάψαι τῇ ἱστορίᾳ. Λογγῖνος ὁ Ζήνωνος ὅμαιμος τὴν ἐνεγκαμένην ὡς προδιήγηται κατειληφώς, τὸν πρὸς τὸν αὐτοκράτορα πόλεμον ἀναφανδὸν ἀναζώννυται. Καὶ πολλῶν ἔνθεν τε κἀκεῖθεν συναθροισθεισῶν δυνάμεων, μεθ̓ ὧν καὶ Κόνων ἐτύγχανενὤν — ἐπίσκοπος ἐν Ἀπαμείᾳ τῆς τῶν Σύρων ἐπαρχίας γεγονὼς τοῖς Ἰσαύροις ὡς Ἴσαυρος συνεστράτευσε — , τέλος

135
ἐπιτίθεται τῷ πολέμῳ, τῶν μὲν Ἰσαύρων τῶν συστρατευσάντων τῷ Λογγίνῳ πανωλεθρίᾳ φθαρέντων, τῶν δὲ κεφαλῶν Λογγίνου καὶ Θεοδώρου πρὸς Ἰωάννου τοῦ Σκύθου σταλεισῶν ἀνὰ τὴν βασιλέως πόλιν: ἃς καὶ ἐν κοντοῖς περιαρτήσας ὁ βασιλεὺς ἐν ταῖς καλουμέναις Συκαῖς ἀντιπέρας τῆς Κωνσταντίνου κειμέναις ἐπῃώρησεν, ἡδὺ θέαμα τοῖς Βυζαντίοις ἀνθ̓ ὧν κακῶς πρὸς Ζήνωνος καὶ τῶν Ἰσαύρων ἐπεπόνθεσαν. Καὶ ὁ ἕτερος δὲ Λογγῖνος τὸ πολὺ τῆς τυραννίδος συνέχων, ὁ ἐπίκλην Σελινούντιος, καὶ Ἴνδης σὺν αὐτῷ, πρὸς Ἰωάννου τοῦ ἐπίκλην Κυρτοῦ στέλλονται τῷ Ἀναστασίῳ ζωγρίαι: ὃ μάλιστα τόν τε βασιλέα τούς τε Βυζαντίους τεθεράπευκε, θριάμβου δίκην ἀνὰ τὰς λεωφόρους τῆς πόλεως ἀνά τε τὴν ἱπποδρομίαν Λογγίνου τε καὶ Ἴνδου περιενεχθέντων, καὶ τῶν ἐκ σιδήρου πεποιημένων ἁλύσεων ἀνὰ τοὺς αὐχένας καὶ τὰς χεῖρας περιβεβλημένων. Ἐντεῦθεν καὶ τὰ καλούμενα πρώην Ἰσαυρικὰ τοῖς βασιλικοῖς ἐσηνέχθη θησαυροῖς: ἦν δὲ ἄρα τοῦτο χρυσίον ἐς ἕκαστον ἔτος τοῖς βαρβάροις χορηγούμενον, πεντακισχιλίας ἕλκον λίτρας.

Ἐπεκώμασαν οὐκ ἐς τὸ συνοῖσον σφίσι κατὰ τῆς [*](Niceph. xvi 35 Theophan. 141 Joh. Nikiu c. 89, p. 492) [*](21) Ῥωμαϊκῆς ἐπικρατείας καὶ οἱ Σκηνῆται βάρβαροι, τά τε τῆς μέσης τῶν ποταμῶν τά τε τῆς Φοινίκης ἑκατέρας καὶ τὰ Παλαιστινῶν ληϊσάμενοι πράγματα. Οἵπερ κακῶς παρὰ τῶν ἑκασταχοῦ στρατηγούντων παθόντες, ὕστερον τὴν ἡσυχίαν ἤγαγον πρὸς Ῥωμαίους πασσυδὶ σπεισάμενοι.