Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Τοῦ Ζήνωνος τοίνυν ἄπαιδος τελευτήσαντος ἐπιληψίας [*](Niceph. xvi 24 Theophan. 135, 136 Theod Lect. ii 6 Malal. 391 Suidas s.v. Longinus cf. FHG iv 141) νόσῳ μετὰ ἕβδομον καὶ δέκατον ἔτος τῆς αὐτοῦ βασιλείας, ἤλπισε μὲν Λογγῖνος ὁ τούτου ἀδελφὸς εἰς μέγα δυνάμεως προκεχωρηκὼς τὴν βασιλείαν ἑαυτῷ περιθήσειν: οὐ μὴν τῶν δοκηθέντων ἔτυχεν. Ἡ γὰρ Ἀριάδνη Ἀναστασίῳ τὸν στέφανον περιτίθησιν, οὔπω μὲν ἥκοντι εἰς γερουσίαν, ἐν δὲ τῇ λεγομένῃ τῶν σιλεντιαρίων σχολῇ καταλεγομένῳ. Ἱστορεῖ δ̓ οὖν ὁ Εὐστάθιος μετὰ τὴν ἀρχὴν τῆς Διοκλητιανοῦ βασιλείας εἰς τὴν Ζήνωνος τελευτὴν καὶ τὴν ἀνάρρησιν Ἀναστασίου ἔτη διελθεῖν ἑπτὰ καὶ διακόσια: ἀπὸ δὲ τῆς Αὐγούστου μοναρχίας ἔτη δύο καὶ τριάκοντα καὶ πεντακόσια πρὸς μησὶν ἑπτά: ἀπὸ δὲ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος ἀρχῆς ἔτη δύο καὶ τριάκοντα καὶ ὀκτακόσια ὁμοίως πρὸς μησὶν ἑπτά: ἐκ δὲ τῆς Ῥωμαίων καὶ Ῥωμύλου βασιλείας, ἔτη δύο καὶ πεντήκοντα καὶ χίλια καὶ πρός γε μῆνας ἑπτά: ἀπὸ δὲ ἁλώσεως Τροίας ἔτη ἓξ καὶ ὀγδοήκοντα καὶ ἑξακόσια καὶ χίλια πρὸς μησὶν ἑπτά. Οὗτος ὁ [*](Niceph. xvi 25) Ἀναστάσιος πατρίδα τὴν Ἐπίδαμνον ἔχων, Δυρράχιον νῦν προσηγόρευται, τήν τε Ζήνωνος βασιλείαν καὶ γαμετὴν τοῦ αὐτοῦ Ζήνωνος τὴν Ἀριάδνην εἰσοικίζεται. Καὶ πρῶτα μὲν Λογγῖνον Ζήνωνος ἀδελφὸν τὴν τοῦ [*](Joh. Antioch.FHG v 30) μαγίστρου ἀρχὴν διέποντα, ὃν ἡγεμόνα τῶν ἐν τῇ αὐλῇ τάξεων οἱ πρόσθεν ἐκάλουν, ἀνὰ τὴν ἐνεγκαμένην ἐκπέμπει, εἶτα δὲ καὶ πολλοὺς ἑτέρους Ἰσαύρους τοῦτο δῆθεν αἰτήσαντας.

Οὗτος ὁ Ἀναστάσιος, εἰρηναῖός τις ὤν, οὐδὲν [*](Niceph. xvi 25) καινουργεῖσθαι παντελῶς ἠβούλετο, διαφερόντως περὶ τὴν ἐκκλησιαστικὴν κατάστασιν. Καὶ διὰ παντὸς ᾔει

126
τρόπου τάς τε ἁγιωτάτας ἐκκλησίας ἀταράχους μεῖναι ἅπαν τε τὸ ὑπήκοον βαθείας γαλήνης ἀπολαύειν, πάσης [*](Joh. Nikiu c. 89, p. 500) ἔριδος καὶ φιλονεικίας ἐκ τῶν ἐκκλησιαστικῶν τε καὶ πολιτικῶν πραγμάτων ἐκποδὼν γενομένων. Ἡ μὲν οὖν ἐν Καλχηδόνι σύνοδος ἀνὰ τούτους τοὺσχρόνους οὔτε ἀναφανδὸν ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις ἐκηρύττετο, οὔτε μὴν ἐκ πάντων ἀπεκηρύττετο. Ἕκαστοι δὲ τῶν προεδρευόντων ὡς εἶχον νομίσεως διεπράττοντο. Κἂν ἔνιοι μὲν τῶν ἐκτεθειμένων αὐτῇ μάλα γεννικῶς ἀντείχοντο, καὶ πρὸς οὐδεμίαν ἐνεδίδοσαν συλλαβὴν τῶνὁρισθέντων παῤ αὐτῆς, οὐδὲ μὴν γράμματος ἐναλλαγὴν παρεδέχοντο: ἀλλὰ καὶ μετὰ πολλῆς ἀπεπήδων τῆς παρρησίας, καὶ κοινωνεῖν παντελῶς οὐκ ἠνείχοντο τοῖς μὴ δεχομένοις τὰ παῤ αὐτῆς ἐκτεθειμένα. Ἕτεροι δὲ οὐ μόνον οὐκ ἐδέχοντο τὴν ἐν Καλχηδόνι σύνοδον καὶ τὰπαῤ αὐτῆς ὁρισθέντα, ἀλλὰ καὶ ἀναθέμασι περιέβαλλον αὐτήν τε καὶ τὸν Λέοντος τόμον. Ἄλλοι τοῖς ἑνωτικοῖς Ζήνωνος ἐνισχυρίζοντο, καὶ ταῦτα πρὸς ἀλλήλους διερρωγότες τῇ τε μιᾷ καὶ ταῖς δύο φύσεσιν, οἱ μὲν τῇ συνθήκῃ τῶν γραμμάτων κλαπέντες, οἱ δὲ καὶ πρὸς τὸ εἰρηνικώτερονμᾶλλον ἀποκλίναντες: ὡς πάσας τὰς ἐκκλησίας εἰς ἰδίας ἀποκριθῆναι μοίρας καὶ μηδὲ κοινωνεῖν ἀλλήλοις [*](Cyrill. Scyth. Sabae vita c. 50) τοὺς προεδρεύοντας. Ἐντεῦθεν πλεῖστα τμήματα κατά τε τὴν ἑῴαν ἀνά τε τὰ ἑσπέρια μέρη καὶ κατὰ τὴν Λιβύην ἐτύγχανον ὄντα, οὔτε τῶν ἑῴων ἐπισκόπων τοῖς ἑσπερίοισἣ τοῖς Λίβυσι σπενδομένων οὔτε αὖ τούτων τοῖς ἑῴοις. Τὸ δὲ μείζον̓ εἰς ἀτοπίαν προῄει. Οὐδὲ γὰρ σφίσιν αὐτοῖς ἐκοινώνουν οἱ τῆς ἑῴας πρόεδροι, οὐδὲ μὴν οἱ τῆς Εὐρώπης ἢ τῆς Λιβύης τοὺς θρόνους διέποντες, μήτι γε δὴ καὶ ὑπερορίοις. Ἅπερ ὁ βασιλεὺς Ἀναστάσιοσθεώμενος τοὺς νεωτερίζοντας τῶν ἐπισκόπων ἐξωθεῖτο, εἴ που κατειλήφει παρὰ τὸ εἰωθὸς τοῖς τόποις τινὰ τὴν ἐν Καλχηδόνι σύνοδον κηρύττοντα ἢ ταύτην ἀναθέματι
127
περιτιθέντα. Ἐκβέβληκε μὲν οὖν ἐκ τῆς βασιλίδος τῶν πόλεων πρῶτον μὲν Εὐφήμιον ὡς προγέγραπται, εἶτα Μακεδόνιον, μεθ̓ ὃν Τιμόθεος ἐγεγόνει, ἐκ δὲ τῆς Ἀντιόχου Φλαβιανόν.

Περὶ τοίνυν Μακεδονίου καὶ Φλαβιανοῦ γράφοντὸ ἐν Παλαιστίνῃ μοναδικὸν πρὸς Ἀλκίσωνα ἐπὶ λέξεως λέγει ταῦτα: Πέτρου δὲ κεκοιμημένου, πάλιν εἰς αὐτοὺς ἀπεσχίσθησαν [*](Niceph. xvi 28) ʼ Λλεξάνδρειά τε καὶ Αἴγυπτος, Ἀθανασίου τοῦ μετὰ Πέτρον καταστάντος ἀναθεματισμὸν τῇ συνόδῳ ἀποστείλαντος ἔγγραφον ἐν τοῖς συνοδικοῖς τῷ τε Κωνσταντινουπόλεως καὶ τῷ Ἀντιοχείας καὶ τῷ Ἱεροσολύμων: καὶ μὴ δεχθέντος ἐξ ἐκείνου Ἀλεξάνδρειά τε καὶ Αἴγυπτος καὶ Λιβύη καθ̓ ἑαυτὰς διετέλεσαν, καὶ ἡ λοιπὴ πᾶσα ἀνατολὴ πάλιν καθ̓ ἑαυτήν, τῶν δυτικῶν μὴ ἀνεχομένων ἄλλως αὐταῖς κοινωνεῖν ἢ πρὸς τῷ ἀναθεματίζειν Νεστόριόν τε καὶ Εὐτυχῆ καὶ Διόσκορον προστιθέναι καὶ Πέτρον τὸν Μογγὸν καὶ Ἀκάκιον. Ἐν τούτοις οὖν τῶν ἀνὰ τὴν οἰκουμένην οὐσῶν ἐκκλησιῶν, οἱ γνήσιοι τῶν ἀπὸ Διοσκόρου καὶ Εὐτυχοῦς εἰς πάντη ἐλάχιστον περιέστησαν τὸν ἀριθμόν. Καὶ μελλόντων ὅσον οὐδέπω ἐκλιπεῖν ἀπὸ τῆς γῆς ὥστε μὴ ὑπάρχειν αὐτούς, Ξεναΐας ὁ τοῦ θεοῦ ξένος ἀληθῶς, οὐκ οἴδαμεν τί σκοπῶν ἢ ποίαν ἔχθραν πρὸς Φλαβιανὸν ἐκδικῶν, προφάσει δὲ τῆς πίστεως ὡς οἱ πολλοὶ διηγοῦνται, κινεῖν μὲν πρὸς αὐτὸν καὶ διαβάλλειν ἄρχεται ὡς Νεστοριανόν. Ἐκείνου δὲ Νεστόριον σὺν τῷ φρονήματι ἀναθεματίσαντος, μετέβαινε πάλιν ἐξ ἐκείνου ἐπὶ Διόσκορον καὶ Θεόδωρον καὶ Θεοδώρητον καὶ Ἴβαν καὶ Κύρον καὶ Εὐθέριον καὶ Ἰωάννην καὶ οὐκ ἴσμεν οὕστινας καὶ ὅθεν συλλεξάμενος: ὧν οἱ μὲν τὰ Νεστορίου ἀληθῶς ἐπρέσβευσαν, οἱ δὲ ὑπονοηθέντες ἀνεθεμάτισαν καὶ ἐν τῇ

128
κοινωνίᾳ τῆς ἐκκλησίας κεκοίμηνται. Τούτους πάντας τὰ Νεστορίου, φησί, νοήσαντας εἰ μὴ ἀναθεματίσειας, τὰ Νεστορίου φρονεῖς, κἂν μυριάκις αὐτὸν μετὰ τοῦ φρονήματος ἀναθεματίζῃς. Ἀνεκίνει δὲ διὰ γραμμάτων καὶ τοὺς ἀπὸ Διοσκόρου τοῦ Εὐτυχοῦς συνηγόρους, πείθωνσυνάρασθαι μὲν αὐτῷ κατὰ Φλαβιανοῦ, μὴ μέντοι ἀναθεματισμὸν ἀπαιτεῖν τῆς συνόδου, ἀλλὰ τῶν προειρημένων μόνων προσώπων. Τοῦ δὲ ἐπισκόπου Φλαβιανοῦ τούτοις ἐπὶ πολὺ ἀντιτείναντος ἑτέρων τε μετὰ Ξεναΐα συμπλεκομένωνκατ̓ αὐτοῦ, Ἐλευσίνου μὲν ἐπισκόπου τινὸς τῆς δευτέρας Καππαδοκίας, Νικίου δὲ Λαοδικείας τῆς Συρίας, καὶ ἄλλων ἄλλοθεν — ὧν τὰς αἰτίας τῆς πρὸς Φλαβιανὸν μικροψυχίας ἑτέρων ἀλλ̓ οὐχ ἡμῶν διηγήσασθαι — , τέλος νομίσας διὰ τούτους εἰρηνεύειν αὐτοὺς εἶξεν αὐτῶν τῇφιλονεικίᾳ. Καὶ ἐγγράφως τὰ πρόσωπα ἀναθεματίσας ἀπέστειλε τῷ βασιλεῖ: καὶ αὐτὸν γὰρ κατ̓ αὐτοῦ κεκινήκασιν ὡς τὰ Νεστορίου πρεσβεύοντος. Μηδὲ τούτῳ οὖν ἀρκεσθεὶς ὁ Ξεναΐας τῆς συνόδου αὐτῆς πάλιν ἀναθεματισμὸν καὶ τῶν δύο φύσεις ἐπὶ τοῦ Κυρίουεἰρηκότων, τῆς σαρκὸς καὶ τῆς θεότητος, ἀπῄτει τὸν Φλαβιανόν: μὴ ὑπακούσαντος δέ, ὥσπερ Νεστοριανοῦ πάλιν κατηγόρει. Πολλῶν δὲ ἐπὶ τούτῳ κεκινημένων, καὶ τοῦ πατριάρχου ἔκθεσιν περὶ πίστεως πεποιημένου, ἐν ᾗ πρὸς καθαίρεσιν μὲν Νεστορίου καὶ Εὐτυχοῦς τὴνσύνοδον δέχεσθαι ὡμολόγει, μὴ μέντοι εἰς ὅρον καὶ διδασκαλίαν πίστεως, πάλιν ὡς τὰ Νεστορίου ὑπούλως φρονοῦντος ἐπελαμβάνοντο, εἰ μὴ καὶ τὸν ἀναθεματισμὸν αὐτῆς προσθείη τῆς συνόδου καὶ τῶν δύο φύσεις ἐπὶ τοῦ Κυρίου εἰρηκότων τῆς σαρκὸς καὶ τῆς θεότητος. Προσυπάγονταιδὲ πολλαῖς λόγων ἀπάταις καὶ τοὺς Ἰσαύρους:
129
καὶ ποιήσαντες γραμματεῖον περὶ πίστεως, ἐν ᾧ τὴν σύνοδον μετὰ τῶν δύο φύσεις εἰρηκότων ἢ ἰδιότητας ἀναθεματίσαντες, Φλαβιανοῦ μὲν ἀφίστανται καὶ Μακεδονίου, ἄλλοις δὲ σπένδονται ὑπογράψασι τῷ γραμματείῳ. Ἐν τούτοις καὶ τὸν Ἱεροσολύμων ἀπῄτουν ἔγγραφον περὶ πίστεως: ὃς ἐκθέμενος ἀπέστειλε τῷ βασιλεῖ δἰ αὐτῶν τῶν ἀπὸ Διοσκόρου. Ὅπερ αὐτοὶ μὲν προφέρουσιν ἀναθεματισμὸν περιέχον τῶν δύο φύσεις εἰρηκότων: αὐτὸς δὲ ὁ Ἱεροσολύμων νενοθεῦσθαι παῤ αὐτῶν διαβεβαιούμενος, ἄλλο προφέρει δίχα τοιούτου ἀναθεματισμοῦ. Καὶ οὐ θαῦμα: καὶ γὰρ καὶ λόγους πατέρων πολλοὺς νενοθεύκασι, πολλοὺς δὲ Ἀπολιναρίου λόγους Ἀθανασίῳ καὶ Γρηγορίῳ τῷ Θαυματουργῷ καὶ Ἰουλίῳ διὰ τῶν ἐπιγραφῶν ἀνατεθείκασιν: οἷς μάλιστα τοὺς πολλοὺς πρὸς τὰς ἰδίας ἀσεβείας σφετερίζονται. Ἀπῄτουν δὲ καὶ Μακεδόνιον ἔγγραφον περὶ πίστεως: ὃ καὶ ἐξέθετο τὴν τῶν τριακοσίων δέκα ὀκτὼ καὶ τῶν ἑκατὸν πεντήκοντα μόνων εἰδέναι πίστιν διαβεβαιούμενος, ἀναθεματίζων δὲ Νεστόριον καὶ Εὐτυχῆ καὶ τοὺς δύο υἱοὺς ἢ Χριστοὺς δογματίζοντας ἢ τὰς φύσεις διαιροῦντας, μήτε δὲ τῆς ἐν Ἐφέσῳ Νεστόριον καθελούσης μνησθεὶς μήτε τῆς ἐν Καλχηδόνι καθελούσης τὸν Εὐτυχῆ. Ἐφ̓ ᾧ ἀγανακτήσαντα τὰ περὶ Κωνσταντινούπολιν μοναστήρια ἀφίστανται τοῦ ἐπισκόπου Μακεδονίου. Ἐν τούτοις ὅ τε Ξεναΐας καὶ Διόσκορος πολλοὺς προσλαβόμενοι τῶν ἐπισκόπων ἀφόρητοι ἦσαν, κινοῦντες κατὰ τῶν μὴ ἀνεχομένων ἀναθεματίζειν. Ὧν τοὺς εἰς τέλος μὴ ὑπείκοντας ἐξορίᾳ ὑποβάλλεσθαι πολλαῖς μηχαναῖς παρεσκεύαζον. Οὕτως οὖν καὶ Μακεδόνιον ἐξορίζουσι καὶ Ἰωάννην τὸν Παλτοῦ ἐπίσκοπον καὶ Φλαβιανόν. Ταῦτα μὲν οὖν τὰ γράμματα λέγει.
130

Τὰ δέ γε σμύχοντα ἐν παραβύστῳ τὸν Ἀναστάσιον [*](Niceph. xvi 26 Theod. Lect. ii 6, 12 Theophan. 136, 140 Georg. Mon. 521) ἕτερα ἦν. Ἡνίκα γὰρ ἡ Ἀριάδνη τῷ Ἀναστασίῳ τὸ ἁλουργὲς ἐβούλετο περιβαλεῖν σχῆμα, οὐκ ἄλλως ὁ Εὐφήμιος τὴν ἀρχιερατικὴν διέπων καθέδραν συνετίθετο, μέχρις ὅτου τὴν δἰ ἐγγράφων καὶ ὅρκων δεινῶν ὁμολογίαναὐτόγραπτον ὁ Ἀναστάσιος ἐς Εὐφήμιον ἔθετο ἦ μὴν ἀκέραιον φυλάξαι τὴν πίστιν καὶ μηδὲν καινουργὲς ἐσαγαγεῖν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, εἰ τῶν σκήπτρων ἐπιλάβοιτο: ἣν καὶ παρέθετο Μακεδονίῳ τὴν τῶν σεπτῶν κειμηλίων παραφυλακὴν ἐμπεπιστευμένῳ. Ἐδεδράκει δὲταῦτα διότι γε ὁ Ἀναστάσιος δόξαν μανιχαϊκῆς νομίσεως παρὰ τοῖς πολλοῖς εἶχεν. Ἐπειδὴ τοίνυν ὁ Μακεδόνιος ἐς τὸν ἱερατικὸν ἀνέβη θρόνον, ἤθελε τὴν οἰκείαν ὁμολογίαν ἀναλαβεῖν ὁ Ἀναστάσιος, καθυβρίζεσθαι τὴν βασιλείαν λέγων εἰ τὸ ῥηθὲν αὐτόγραπτον ἐναπομένοι.Καὶ πρὸς τοῦτο μάλα γενναίως ἐνισταμένου τοῦ Μακεδονίου, καὶ μὴ προδώσειν τὴν πίστιν ἐνισχυριζομένου, [*](Rev. Arch. N. S. 26, 398 Theophan. 155 Theod. Lect. ii 26 — 28) πᾶσαν ἐπιβουλὴν ἐτύρευσεν ὁ βασιλεύς οἱ, ἐξῶσαι τῆς καθέδρας ἐθέλων. Ἀμέλει τοιγαροῦν καὶ παῖδες συκοφάνται παρήγοντο, καὶ σφῶν αὐτῶν καὶ Μακεδονίουαἰσχρουργίαν κατεψεύδοντο. Ὡς δὲ τῶν ἀνδρείων ἐψιλωμένος ὁ Μακεδόνιος ὤφθη, πρὸς ἕτερα ἐχώρουν τεχνάσματα, μέχρις ὅτε συμβουλεύμασι Κέλερος ἡγεμόνος τῶν ἐν τῇ αὐλῇ τάξεων ὁ Μακεδόνιος λαθραίως τῶν οἰκείων ἐξέστη θρόνων.[*](Niceph. xvi 27 Cyrill. Scyth. Sabae vita c. 56) Τῇ δὲ ἐκβολῇ Φλαβιανοῦ ἕτερα προστιθέασι. Κατειλήφαμεν γὰρ ἐνίους ἐσχατογέροντας τὰ ὅσα συμβέβηκεν ἐπὶ Φλαβιανοῦ τῇ μνήμῃ διασώζοντας: οἳ λέγουσιν ὡς ὑπὸ Ξεναΐᾳ ἀνδρί — ἦν δὲ ὁ Ξεναΐας τῆς γείτονος Ἱερᾶς πόλεως πρόεδρος, ἑλλάδι φωνῇ Φιλόξενος προσαγορευόμενος — πεισθέντεσοἵ τε τῆς καλουμένης Κυνηγικῆς μοναχοὶ

131
καὶ ὅσοι τοῦ πρώτου τῶν Σύρων ἔθνους καθεστήκεσαν, ἀθρόοι μετὰ ταραχῆς καὶ τῆς ἐς ἄγαν ἀταξίας ἐσπεπηδήκασι τῇ πόλει, βιαζόμενοι Φλαβιανὸν ἀναθεματίσαι τὴν ἐν Καλχηδόνι σύνοδον καὶ τὸν τόμον Λέοντος. Πρὸς ὃ δυσανασχετοῦντος Φλαβιανοῦ, καὶ τῶν μοναχῶν μετὰ πολλῆς τῆς ῥύμης ἐνισταμένων, ἀναστὰς ὁ λεὼς τῆς πόλεως φόνον πολὺν τῶν μοναχῶν κατειργάζετο: ὡς καὶ πολλοὺς καὶ ἀναριθμήτους αὐτῶν τάφον τὸν Ὀρόντην κληρώσασθαι, τῶν σωμάτων τοῖς κύμασι κηδευθέντων. Συνέπεσε δὲ καὶ ἕτερον τούτῳ οὐκ ἐλαττούμενον. Τὸ γὰρ [*](Rev. Arch. N. S. 26, 397) τῆς Κοίλης Συρίας, νῦν δὲ δευτέρας προσαγορευομένης μοναδικόν, προσπάσχον τῷ Φλαβιανῷ, ἐπειδὴ τὸν μονήρη μετῆλθε βίον ἔν τινι φροντιστηρίῳ ἐπὶ ἀγροῦ — Τιλμογνὼν ὄνομα τούτῳ — διακειμένῳ, ἔπεισι τῇ Ἀντιόχου ἀμύνειν τῷ Φλαβιανῷ βουλόμενον, ὡς κἀνταῦθα οὐ μικρά τινα συμβῆναι. Εἴτε οὖν ἐκ τῶν προτέρων, εἴτε καὶ ἐκ τῶν [*](Malal. 400 Joh. Nikiu c. 89, p. 497) δευτέρων, ἢ καὶ ἐξ ἀμφοῖν, ὁ Φλαβιανὸς ἐκβάλλεται, κατακριθεὶς Πέτρας οἰκεῖν πρὸς ταῖς ἐσχατιαῖς τῶν Παλαιστινῶν κειμένας.