Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἀλλὰ καὶ Πέρσαι παρασπονδήσαντες ὑπὸ Καβάδῃ [*](Niceph. xvi 37 Malal. 398 Theophan. 144 Procop. i 33 s#3. Marcell. Com. a. 502) τῷ βασιλεῖ, καὶ τὰ οἰκεῖα καταλελοιπότες ἤθη, πρῶτα μὲν Ἀρμενίαις ἐπεστράτευσαν, καὶ πολίχνιον ἐπίκλην Θεοδοσιούπολιν ἑλόντες, ἐς Ἄμιδαν πόλιν ὀχυρὰν τῆς μέσης τῶν ποταμῶν ἀφικνοῦνται, καὶ ταύτην ἐκπολιορκήσαντες εἷλον. Ἣν αὖθις ὁ Ῥωμαίων βασιλεὺς

136
πολλοῖς ἀνενεώσατο πόνοις. Εἴ τῳ δὲ φίλον λεπτῶς τὰ περὶ τούτων εἰδέναι καὶ τῇ ἀκριβείᾳ πάντων ἐπεξελθεῖν, [*](Cf. FHG i 142) Εὐσταθίῳ εὖ μάλα σοφῶς μετὰ πολλοῦ τοῦ πόνου καὶ τῆς ἐς ἄγαν κομψείας ἱστόρηταί τε καὶ συγγέγραπται: ὃς μέχρι τῆς γραφῆς ταύτης ἱστορήσας τοῖς ἀπελθοῦσισυναριθμεῖται, δωδέκατον ἔτος τῆς Ἀναστασίου καταλελοιπὼς βασιλείας. [*](Malal. 399 Theophan. 150 Theod. Lect. ii 57 Joh. Nikiu c. 89, p. 492) Μετὰ γοῦν τὸν πόλεμον τοῦτον ὁ Ἀναστάσιος Δάρας χωρίον τῆς μέσης τῶν ποταμῶν πρὸς ταῖς ἐσχατιαῖς τῆς Ῥωμαίων ἐπικρατείας κείμενον καὶ μεθόριον ὥσπερ ἑκατέρασπολιτείας καθεστώς, ἐξ ἀγροῦ πόλιν εἶναι ποιεῖ, καρτερῷ τε τειχίσας περιβόλῳ, οἰκοδομίας τε διαφόρους ἐκπρεπεῖς περιθεὶς ἐκκλησιῶν τε καὶ μὴν καὶ ἑτέρων εὐαγῶν οἴκων βασιλείων τε στοῶν καὶ δημοσίων βαλανείων καὶ ἄλλων αἶς αἱ ἐπίσημοι τῶν πόλεων ἐγκαλλωπίζονται.Λέγεται δὲ πρός τινων Δάρας τὸ χωρίον προσηγορίαν λαχεῖν, διότι Δαρεῖον αὐτόθι κατηγωνίσατο παντάπασιν Ἀλέξανδρος ὁ Μακεδὼν ὁ Φιλίππου.

Μέγιστον δέ τι τῷ αὐτῷ βασιλεῖ κατείργασται [*](Niceph. xvi 39 Zonar. iii 265 Chronic. Pasch. 610 Suidas s. v. Anastasius) καὶ μνήμης ἄξιον, [καὶ] τὸ μακρὸν καλούμενον τεῖχος,καλῶς τῆς Θρᾴκης κείμενον: ὅπερ διΐσταται μὲν τῆς Κωνσταντινουπόλεως σταδίοις ὀγδοήκοντα μάλιστα καὶ διακοσίοις, ἑκατέραν δὲ θάλατταν περιλαμβάνει ἐπὶ σταδίους εἴκοσι καὶ τετρακοσίους, δίκην πορθμοῦ τινος: τήν τε πόλιν μικροῦ νῆσον ἀντὶ χερρονήσου ποιῆσαν, τούς τεβουλομένους διαπορθμεῦον ἀσφαλέστατα ἀπὸ τοῦ καλουμένου Πόντου ἐς τὴν Προποντίδα καὶ τὴν Θρᾴκιον θάλατταν, εἶργον τούς τε ἐκθέοντας βαρβάρους ἔκ τε τοῦ καλουμένου Εὐξείνου Πόντου Κόλχων τε καὶ τῆς Μαιώτιδος λίμνης καὶ τῶν ὑπὲρ τὸν Καύκασον καὶ τοὺς κατὰτὴν Εὐρώπην ἐκκεχυμένους.

Ὑπερμέγεθες δὲ κατεπράχθη αὐτῷ καὶ θεῖόν τι [*](Niceph. xvi 40 Malal. 398 Cedren. i 626) χρῆμα, ἡ τοῦ καλουμένου Χρυσαργύρου ἐς τέλεον κωλύμη:

137
ἣν καὶ λεκτέον, τῆς Θουκυδίδου γλώσσης ἢ καὶ μείζονός τε καὶ κομψοτέρας ἐπιδεομένην: λέξω δὲ κἀγώ, οὐ λόγῳ πεποιθώς, τῇ δὲ πράξει πίσυνος. Ἐπέκειτό τι τῇ τοσαύτῃ καὶ τηλικαύτῃ τῶν Ῥωμαίων πολιτείᾳ τέλος ἐλεεινόν τε καὶ θεομισὲς καὶ βαρβάρων αὐτῶν ἀνάξιον, μή τί γε δὴ τῆς Ῥωμαίων χριστιανικωτάτης βασιλείας: ὃ μέχρις αὐτοῦ, ἀνθ̓ ὅτου λέγειν οὐκ ἔχω, παροφθὲν αὐτὸς ἀνεῖλε βασιλικώτατα. Ἐπέκειτο δὲ ἑτέροις τε πολλοῖς ἐξ ἐράνου τὴν τροφὴν πορίζουσι, καὶ ταῖς ἀπεμπολούσαις τὴν ὥραν τοῦ σώματος καὶ χύδην πορνείαις ἐπὶ τοῖς κεκρυμμένοις καὶ λανθάνουσι τῆς πόλεως τόποις ἐπὶ χαμαιτυπείοις ἐκδεδομέναις, καὶ πρός γε τοῖς ἡταιρηκόσι καὶ μὴ μόνον τὴν φύσιν ἀλλὰ καὶ τὸ πολίτευμα καθυβρίζουσιν: ὡς ἀντὶ νόμου τινὸς τὴν ἐσκομιδὴν βοᾶν ἐπ̓ ἀδείας εἶναι τὴν τοιαύτην ἀθεμιτουργίαν τοῖς βουλομένοις. Καὶ τὸν ἐντεῦθεν ἀθροιζόμενον ἀνόσιόν τε καὶ ἐναγῆ πόρον ἐπὶ τὴν πρώτην καὶ κορυφαίαν ἐσῆγον τῶν ἀρχῶν ἀνὰ τετραετηρίδα οἱ τοῦτον ἑκασταχοῦ συλλέγοντες, ὡς καὶ μέρος οὐκ ἐλάχιστον τῆς ἀρχῆς καθεστάναι, καὶ τῶν καλουμένων εἰδικῶν σκρινίων τυχεῖν, καὶ τῶν τὰ τοιαῦτα διαψηφιζόντων, οὐκ ἀφανῶν ἀνδρῶν, στρατείαν ὥσπερ καὶ τὰς λοιπὰς ἡγουμένων τὸ πρᾶγμα. Ὃ μεμαθηκὼς ὁ Ἀναστάσιος ἐπί τε τὴν γερουσίαν προθείς, καὶ μύσος εἶναι καὶ καινοπρεπὲς ἄγος τὸ πρᾶγμα δικαίως ἀποφηνάμενος, τεθέσπικε καθάπαξ ἀναιρεθῆναι, καὶ τοὺς τὴν εἴσπραξιν δηλοῦντας χάρτας πυρὶ παραδέδωκε. Καὶ τέλεον τὴν πρᾶξιν ἱερουργῆσαι τῷ θεῷ βουληθείς, ἵνα μή τινι τῶν μετ̓ αὐτὸν ἐξῇ τὰ ἀρχαῖα αὖθις ὀνείδη ἀνακαλέσασθαι, προσποιεῖται μὲν τὸν ἀσχάλλοντα, ἀβουλίας δὲ ἑαυτοῦ κατηγόρει καὶ τῆς ἐς ἄγαν ἀνοίας, λέγων ὡς τῇ καινοδοξίᾳ τὸ πλέον δοὺς τοῦ συνοίσοντος τῇ πολιτείᾳ παρημέληκε, καὶ τὸν τοσοῦτον πόρον ἀνέκαθεν ἐφευρημένον καὶ τοσούτοις χρόνοις βεβαιωθέντα
138
εἰκῆ τε καὶ ἀπερισκέπτως ἀνήρτησεν, οὐ συνεὶς τὰ ἐπαρτώμενα κινδυνεύματα ἢ τὰς στρατιωτικὰς δαπάνας, τὸ ζῶν τοῦ πολιτεύματος τεῖχος, οὐ τὰς ἐς θεραπείαν τοῦ θεοῦ: καὶ μηδὲν τῶν ἔνδοθεν δεικνὺς ἀπαγγέλλει βούλεσθαι τὸν εἰρημένον ἀνασώσασθαι πόρον. Καὶ δὴ τοὺς ἐφεστηκότασπροσκαλεσάμενος ἔφασκε μεταμελεῖσθαι μέν, οὐκ ἔχειν δὲ ὅ τι καὶ πράξειν ἣ ὅπως τὴν οἰκείαν ἁμαρτίαν διορθώσαιτο, καθάπαξ τῶν χαρτῶν καυθέντων τῶν δυναμένων τὴν εἴσπραξιν δηλοῦν. Κἀκείνων δὲ οὔ τινι προσποιήσει ταῖς δὲ ἀληθείαις τὴν πρᾶξιν ὀδυρομένων διὰ τὸν ἐντεῦθεναὐτοῖς περιποιούμενον ἄδικον μισθόν, καὶ τὴν παραπλησίαν ἀπορίαν προϊσχομένων, προὔτρεπέ τε καὶ παρεκάλει διὰ πάσης ἰόντας ζητήσεως ἐξερευνῆσαι εἴπερ εὑρεῖν δυνηθεῖεν διὰ τῶν ἑκασταχοῦ συγκειμένων πτυκτίων τὴν τοῦ παντὸς εἴσπραξιν. Καὶ πέμψας ἑκάστῳ δαπάνας ἐς τὴνπερὶ ταῦτα συλλογὴν ἔπεμπεν, ἐπιτρέψας ἕκαστον χάρτην ταῦτα σαφηνίζειν δυνάμενον, ὅποι ἂν εὑρεθείη, πρὸς αὐτὸν ἀποκομισθῆναι, ἵνα μετὰ πολλῆς τῆς περισκέψεως καὶ τῆς ἐς ἄγαν ἀκριβείας τὰ περὶ τούτων αὖθις συνταχθείη. Ὡς δ̓ οὖν μετὰ καιρὸν ἧκον οἱ τούτοις διακονούμενοι,χαρίεις τις ἐδόκει καὶ φαιδρότητι γανύμενος ὁ Ἀναστάσιος: ἔχαιρε δὲ καὶ ταῖς ἀληθείαις τῶν ἐσπουδασμένων τετυχηκώς, καὶ ἀνηρώτα τὸν τρόπον, ὅπως τε εὕρηνται, καὶ παρὰ τίσι, καὶ εἴ τι τοιουτῶδες καταλέλειπται. Τῶν δὲ πολλοὺς καταβεβληκέναι πόνους ἐπὶτῇ τούτων συναγωγῇ διϊσχυριζομένων, ὀμνυόντων τε πρὸς τοῦ βασιλέως ὡς οὐδεὶς ἕτερος χάρτης ταῦτα δηλοῦν δυνάμενος ἀνὰ πᾶν ἀπόκειται τὸ πολίτευμα, αὖθις πυρὰν ἐξῆψε μεγάλην ἐκ τῶν ἀποκομισθέντων χαρτῶν καὶ τὴν σποδιὰν ὕδασιν ἐπέκλυσεν, ἀφανίσαι τέλεον τὴν πρᾶξινβουλόμενος: ὥστε μὴ κόνιν, μὴ τέφραν, μήτε μήν τι
139
λείψανον τοῦ πράγματος ἧττον ἀποκαυθέντων φανῆναι. Ὡς ἂν δὲ μὴ τὸ κώλυμα τῆς πράξεως τοσοῦτον ἐξάραντες δόξαιμεν ἀγνοεῖν τί τε καὶ ὅσα τοῖς ἀρχαιοτέροις περὶ ταύτης ἐμπαθῶς ἱστόρηται, φέρε καὶ ταῦτα παράθωμαι καὶ δείξω ψευδῆ, καὶ διαφερόντως ἐξ ὧν αὐτοὶ διεξῆλθον.

Εἴρηται Ζωσίμῳ, ἑνὶ τῶν τῆς ἐξαγίστου καὶ [*](*niceph. xvi 41 Zosim. ii 38) μιαρᾶς τῶν Ἑλλήνων θρησκείας, μηνίσαντι τῷ Κωνσταντίνῳ ὅτι περ πρῶτος βασιλέων τὰ Χριστιανῶν εἵλετο, τὴν βδελυρὰν τῶν Ἑλλήνων καταλιπὼν δεισιδαιμονίαν, ὡς αὐτὸς πρῶτος τὸ καλούμενον Χρυσάργυρον ἐπινοήσας ἀνὰ τετραετηρίδα τὸ τοιοῦτο τέθεικε τέλος ἐσάγεσθαι, μυρίοις τε καὶ ἄλλοις τὸν εὐσεβῆ καὶ μεγαλόδωρον βλασφημήσας Κωνσταντῖνον. Φησὶ γὰρ καὶ ἕτερα ἄττα [*](Ibid. 29) λίαν ἀνύποιστα κατὰ πάσης ἐξευρεῖν τύχης, καὶ Κρίσπον τὸν παῖδα δειλαίως ἀφανίσαι, καὶ Φαῦσταν τὴν αὐτοῦ γαμετὴν ἐν βαλανείῳ ὑπὲρ τὸ μέτρον ἐκπυρωθέντι καθείρξαντα ἐξ ἀνθρώπων μεταγαγεῖν, καθάρσιά τε παρὰ τοῖς σφῶν ἱερεῦσι ζητοῦντα τῶν τοιούτων ἐναγῶν φόνων καὶ μὴ τυχόντα — μηδὲ γὰρ εἶναι τούτους ἀναφανδὸν εἰπεῖν — , περιτυχεῖν Αἰγυπτίῳ ἐξ Ἰβηρίας ἀφιγμένῳ: καὶ πρὸς αὐτοῦ πιστωθέντα πάσης ἁμαρτάδος ἀναιρετικὴν εἶναι τὴν Χριστιανῶν πίστιν, μεταλαβεῖν ὧν ὁ Αἰγύπτιος αὐτῷ μεταδέδωκε: κἀντεῦθεν τὴν πατρῴαν καταλελοιπότα νόμισιν, τῆς ἀσεβείας, ὡς αὐτὸς ἔφη, τὴν ἀρχὴν ποιήσασθαι. Καὶ ὡς μὲν καὶ ταῦτα ψευδῆ παρὰ πόδας δείξω. Τέως δὲ τὰ περὶ τοῦ Χρυσαργύρου λελέξεται.