Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἢ κατὰ Τοξότεω βάλλῃ σελάγισμα μέλαθρον,
- ἠὲ κατʼ ἰχθυόεντα βορειοτάτην τε χορείην,
- ἔνθα τε Παρθένος ἐστὶ περὶ Πλάστιγγα Λέων τε,
- ἰχθυοθηρευτάς τε καὶ ἰξοβόλους δολοεργούς,
- τοξελκεῖς τε τίθησι, καὶ ὀρνίθων τροφοποιούς,
- θηροδιδασκαλίης τʼ ἐπιβήτορας ἡμεροέσσης,
- οἷς ἀγρίη γενεὴ τιθασῷ πρηύνετʼ ἀγωγῇ,
- κτηνῶν δʼ ἀγρονόμων σημάντορας ἐμβασικοίτους·
- τούτων οὐκ ἀτυχὴς μὲν ἔφυ βίος, ἀλλʼ ἐπίμοχθος. [*](13)
- αἰπυπλανὴς δὲ Κρόνος Μήνης ἀκτῖσι πελάζων
- δωδεκατημορίοισιν ἐν ἀλλαγμοῖσιν ἑαυτῶν
- ἀχθοφόρους ὑδρέας τε καθαρτῆράς τε κελεύθων
- ἀμφοδικῶν, οἰκτρούς τʼ ἀμαρησκαπτῆρας ἔσεσθαι
- ἀγγέλλει, λουτρῶν τε καθαρτῆρας βαλανείων,
- ἔν τε παραγχυσίῃσι μέλη μωλυτὰ καθέψει
- καὶ πτηνοῖσιν ἄβρωτα καὶ ἀρνοφάγοισι λύκοισιν·
- πρὸς δʼ ἔτι φύσονται τούτοις καρποσπόροι ἂνδρες,
- ληνῶν ἀντλητῆρες, ἐν ὕδατι γηράσκοντες,
- ἀρδευταὶ φορβῆς, λαχανηφόροι, ἡδʼ ἐπίμοχθοι
- ὀνθολόγοι, γαίης τε μεταλλευταὶ καὶ ὑπουργοὶ