Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. δυσπονίης, οἷς λᾶες ἀπʼ οὔρεος ἀκροτομοῦνται,
  2. χαλκὸς κασσίτερός τε κελαινόχροος τε σίδηρος,
  3. πάντα θʼ ἅτ’ ἐκ γαίης μερόπων ἐπίνοια ματεύει.
  4. [*](14)
  5. ἢν δʼ ἀκτὶς Κρονικὴκορυφὴν ἐπ’ Ἀρήιον ἔλθῃ,
  6. φεγγοβολῶν ὀπτῆρα κακὸς κακόν, αἰγλάζοντες
  7. ἔν θʼ ὁρίοις ἰδίοισι δυωδεκατημορίοις τε
  8. 72
  9. συμμίγδην ἐπιβῶσι τριγωνίζοντι σελασμῷ,
  10. γαστροτόμους, νεκρῶν τε ταριχευτῆρας ἀπηνεῖς
  11. ἔσσεσθαι φαίνουσι, κακεμπορίης τε ματευτάς,
  12. καὶ μυσαροὺς σηπτοῖσι τεχνάσμασι σηπεύοντας ---
  13. ἔνθα δυσοσμίη τε καὶ οἰκτρότατʼ ἔργα τελεῖται.
  14. [*](15)
  15. Ἐέλιος δʼ ἀκάμας ὅτʼἂν ἀθρῇ τὸν πυρόεντα
  16. ἀστέρʼ Ἐνυαλίοιο, θοαῖς ἀκτῖσι βολαυγῶν,
  17. ζωιδίων τετράγωνον ἀνʼ οὐρανόεσσαν ἀταρπὸν
  18. ἀμφίκερω Ταύροιο καὶ αἰθοτόκοιο Λέοντος
  19. Κριοῦ τʼ εἰαρόεντος ἐπʼ ὠδίνεσσι βροτείαις,
  20. ἰσγυρῶν ἔργων τεύχει πονοπαίκτορας ἄνδρας,
  21. ὀχλοχαρεῖς, φιλόμοχθα θεατρομανοῦντας, ἴχνεσσιν
  22. αἰθροβάτας, πηκτοῖσι πεταυριστῆρας ἐν ἄκροις,
  23. αἰθέρι καὶ γαίῃ μεμετρημένα ἔργα τελοῦντας,