Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. θηλυτέρους, γονίμων μηδέων ἀπαμήτορας ἄνδρας
  2. γαλλομανεῖς τʼ ἔσσεσθαι ἀγυρτῆράς τε προφαίνει,
  3. καὶ πολυπλαγκτοσύνης ἐπιβήτορας οἰκτροκελεύθους
  4. δυστυχέας, καμάτου τε κακοῦ διαδέκτορας αἰεί.
  5. [*](10)
  6. ἢν δὲ Σεληναίην ἑλικάστερον αἰθροβολήσῃ
  7. ἀκτῖσι χρυσέῃσι φιλομμειδὴς Ἀφροδίτη,
  8. ἢ κοινῶς ἐπὶ ταὐτὸ πόλου διὰ κύκλα περῶσιν
  9. δωδεκατημορίοισι, προφήτορας ἱερολάμπρους
  10. ἀνέρας ἐμφαίνουσι, καὶ ἐν τελετῇσιν ἀρίστους
  11. μυστιπόλους ῥεκτῆρας ἰδʼ ὀργιόωντας ἔσεσθαι.
  12. [*](11)
  13. Ἄρης δʼ Ἑρμείαν διὰ λαμπάδος ἀντία βάλλων,
  14. ἢ δρόμον εἰς ἰσόμοιρον ἰὼν μετὰ τοῦδε σελασμοῦ,
  15. σωματοφρουρητῆρας ἰδʼ ἔμπαλι σωματοφόρβους,
  16. πλαστογράφους τεύχει τε καὶ ἐν ψευστοῖς προφέροντας,
  17. καὶ θεολωβήτας, κακοεργέας, ἀφθιτομίσους
  18. 71
  19. καὶ κατονειδιστῆρας ἐν ἀλλοτρίῃσι βλάβῃσιν,
  20. ψέκτας ἀνθρώπων διαβλήτορας, οἷς τὸ τεχνασθὲν
  21. εἰς ἀπάτην δολόεσσαν ἀληθείης πέλας ἥξει.
  22. [*](12)
  23. ἡνίκα δʼ ἂν σὺν τοῖσι καὶ Οὐρανίδης Κρόνος ὀφθῇ
  24. ζωιδίῳ, βαίνων τε κατʼ αἰθέρα φαίνοπι ῥόμβῳ