Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἤν δὲ καὶ ἀφρογενοῦς Κύπριδος θοὸν ἀστέρα βάλλῃ
  2. ἀκτὶς Ἑρμάωνος, ἐναλλάγδην τε γένωνται
  3. εἰς ἰδίων ὁρίων ἄμφω τρίβον αἰθερόπλαγκτον,
  4. κωμῳδοὺς λυρικῶν τε μελῶν μελπήτορας ἄνδρας
  5. δείκνυσιν, μαχλικῶν τε λόγων θρασυγλωσσέας ᾠδούς,
  6. ναβλιστοκτυπέας τε χοροῖς, κιθάρης τε μελουργούς,
  7. ὀρχηθμῶν ἴδριάς τε καὶ ἐν θυμέλαις προφέροντας.
  8. [*](4)
  9. ἡνίκα δʼ ἂν Κρονικοῦ σέλας ἀστέρος Ἄρεος αἴγλην
  10. πορφυρέαις ἀκτῖσι καταντίπερʼ αἰγλοβολήσῃ,
  11. δισσά τʼ ἐν ἀλλαγμοῖσι φανῇ σελαγίσματα τῶνδε
  12. ὧν ὁρίων, τεύχει θρηνήτορας ἄνδρας ἀσέμνους,
  13. κεδροχαρεῖς, σορόεργα τέχνης κανονίσματʼ ἔχοντας,
  14. νεκροτάφους, κλαυστῆρας ἀποφθιμένων, νεκρονώμας.
  15. [*](5)
  16. ἤν Πυρόεις δύνῃ Φαίνοντι συνών ἐπίκεντρος,
  17. Ἑρμείας δʼ ἰσόμοιρος ἐπʼ ἀμφοτέροισι φαανθῇ,
  18. εἰν ὁρίοις καὶ κέντρῳ ἐπὴν ἴσχωσι Σελήνην,
  19. ἀνδροφόνους δρῶσιν, ληίστορας, ἐμπεδολώβας,
  20. κέρδεος ἐχθροτάτου θηρήτορας, οἳ βασανηδὸν
  21. στρεβλὰ κολαζόμενοι σκολοπηίδα μοῖραν ὁρῶσιν
  22. πικροτάτοις κέντροισι προσαρτηθέντες ἐν ἥλοις,