Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἔν τε λογιστονόμοισιν ἀεὶ πολυπρήκτορας ἔργοις. [*](9)
- Ζεὺς δʼ ὅτʼ ἂν Ἑρμείᾳ προσμάρτυρα φέγγεα βάλλῃ,
- πουλυπλανεῖς ξενίης φαίνει μερόπεσσι κελεύθους
- ἵξεσθαι, καὶ λέκτρα γυναικῶν ἥσσονα πολλῷ
- θηρήσειν παρὰ κῦδος ἀνάξια θηλυμανοῦντας. [*](E)
- Ταῦτα μὲν ὡράων σκεπτήρια· νῦν δέ με χρειὼ
- ἀκτινη βολίας ὁρίων τʼ αἰθωπὰ κέλευθα
- δωδεκατημορίων τʼ ἄστρων κυκλόεσσαν ἐνισπεῖν
- Ζωδιακήν, ἐξ ὧν γενεαὶ τέχναι τε βροτοῖσιν
- κλωστὴν ἐκπληροῦσι βίου θνητοῖο πορείην. [*](F 1)
- Πρῶτα μὲν οὖν Στίλβων, φανερὸς θεός, ἡνἴκα καὶ Ζεὺς
- εἰς ἀκτῖνα βλέπῃ Ἄρεος φαέθοντι σελασμῷ,
- ἠὲ κατʼ οἰκείων ὁρίων πυριλαμπέος ὀφθῇ
- Ἄρεος, ἀθλητῆρας ἀελλόποδάς τε προφαίνει
- στερροτάτους τʼ ἔσσεσθαι, ἰδʼ ἐν νίκαις ἱερῇσιν
- στέμματα μυριόδοξα --- --- καὶ εὐδοκιμοῦντας ἐν ἄθλοις. [*](2)
- ἄμφω δʼ ἤν τούτοισι Κρόνου προσμάρτυρος ἀστὴρ
- εἰν ἰδίοις ὁρίοις φαινώπιδα τάξιν ἐπίσχῃ,
- ἀστεφάνους τεύχει μέν, ἀλειπτῆρας δὲ κρατίστους
- παιδοτρίβας δείκνυσι διδασκαλίης τε παρέδρους.
69