Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. οἰωνῶν κακὰ δεῖπνα, κυνῶν θʼ ἑλκύσματα δεινά.
  2. [*](6)
  3. Ζῆνα δʼ ὅτ’ ἂν φαέθοντα βάλῃ λαμπραυγέτις ἀκτὶς
  4. Ἑρμείου, μίγδην τε διαλλάξωσιν ὁρισμούς,
  5. ῥητορικῆς φαίνουσι τέχνης σοφίης τε κρατίστους
  6. ζηλωτὰς σκολιῶν τε λόγων, νεότητά τε λαμπρὴν ---
  7. 70
  8. γραμματικήν τʼ ἄσκησιν ἐνὶ στέρνοισιν ἔχοντας.
  9. [*](7)
  10. στίλβων δʼ Ἑρμάωνος ὅτʼ ἄν Κυλληνίου ἀστὴρ
  11. φωσφόρον ἀκτίνεσσι βάλῃ Κυθερηίδος αἴγλης,
  12. τάς τʼ αὐγὰς ἐπέχοντες ἐν οὐρανῷ ἀστερόεντι
  13. δωδεκατημορίων σχῶσιν βάσιν εἵλικα, θνητοὺς
  14. γαιομέτρας δείκνυσι μαθηματικούς τε φανεῖσθαι,
  15. ἀστρολόγους, μαγικούς τε θύτας, ἰδὲ μάντιας ἐσθλούς,
  16. οἰωνοσκοπικούς τε, σαφεῖς θʼ ὑδρομάντιας ἔρξεν,
  17. οἷς λεκανοσκοπίη πιστεύεται ἢ νεκυϊσμός.
  18. [*](8)
  19. Κυπρογενὴς δʼ ἀκτῖνας ἐς ἠέρα πυρσοβολοῦσα
  20. ἄμμιγα φωτὶ Κρόνου τεύχει μεροπήια ἔργα
  21. δοῦλα θεῶν ἱερῶν τε νεωκόρα λυσσομανοῦντα,
  22. νοῦν τε σεληνάζοντα προφητάζοντά τε θνητοῖς.
  23. Ἠέλιον δʼ ἀκτῖσιν Ἄρης πυριλαμπέσι βάλλων,
  24. Μήνης ὁρμώσης μίγα Κύπριδι κοινὰ σὺν αὐτοῖς,