Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. μαρτυρίη δὲ Κρόνοιο κατʼ αἰθέρα τῷδε πελάζῃ,
  2. ῥήτορας ἐμφαίνουσι βροτούς σοφίῃ τε κρατίστους,
  3. ἑρμηνεῖς τε τίθησι καὶ ἀστρολόγους τότε θνητούς,
  4. χρήματα δʼ ἐν χείρεσσι καὶ ὄλβου πρήξιας οἴσει
  5. οὐ μόνον ἀλλοτρίων κτεάνων, ἰδίων δὲ μάλιστα
  6. προστῆναι, γαίης τε τεμεῖν --- --- καρπὸν περὶ νῶτα.
  7. [*](6)
  8. ἤν δὲ Σεληναίης ἑλικοδρόμος ἄστατος ἀστὴρ
  9. Ἑρμ είαν σύμφωνον ἔχῃ κατὰ κόσμου ἀταρπόν,
  10. καὶ μούνη Κυθέρεια συνῇ καλῷ Φαέθ ὄντι,
  11. ῥεκτῆρας χρυσοῖο καὶ Ἰνδογενοῦς ἐλέφαντος
  12. ἐργοπόνους δείκνυσι, καὶ ἐν πραπίδεσσιν ἀρίστους
  13. ἔσσεσθαι, θριγκῶν τε καὶ εὐτοίχων κανονισμῶν
  14. κοσμήτας, μάλα τοι πεπονημένα τεχνάζοντας.
  15. 68
    [*](7)
  16. Ἄρης δʼ αἰγλήεις ὅτʼ ἂν αὐγῶν Ἠελίοιο
  17. νέρθε φανῇ Μήνης τε,  λοχευομένοισι βροτοῖσιν
  18. πήρωσιν στονόεσσαν ἐν ὀφθαλμοῖσι τίθησιν
  19. ἔσσεσθαι κενεοῖσι καὶ ἀμβλυόεσσαν ὁμίχλην.
  20. [*](8)
  21. Ἑρμείας δʼ οἰκεῖα τυχών κατὰ δώμαθʼ ἑαυτοῦ
  22. ἰητῆρα τίθησι βροτῶν, Παιώνιον ἄνδρα,
  23. εἴσεσθαι μάλα δεινὰ καὶ εἰς πανάκειαν ἑτοῖμα,