Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἢν δʼ ἐπὶ μαρτυρίην Ἄρεως ἐλθοῦοʼ Ἀφροδίτη
- ὄμμα βάλῃ πανταυγὲς ἐν ἡμερινῇσι λοχείαις,
- ἐκ πυρὸς αὐχήσουσι τέχνας μέλανός τε σιδήρου,
- ἄκμοσι ῥαιστοτύποις μεμελημένοι ἠδὲ καμίνοις.
- Ὁππότε δʼ ἂν σκοπιὴν ὡ ροσκόπον ὠδίνεσσιν
- Ἑρμείας κατάγῃ, τῷ δʼ ᾖ Κυθέρη ἐπίφοιτος,
- δὴ τότε ῥήτορας ἄνδρας ἰδʼ ἐν σοφίῃσι κρατίστους
- ἔσσεσθαι δείκνυσι, καὶ ἀστρολόγους θεοφήμους,
- ἔν τε γεωμετρίῃσι καὶ ἐν τελετῇσιν ἀρίστους,
- ἔν τε λιθογλυφίῃσι θεῶν νηῶν τε θεμέθλοις. [*](4)
- Ζεὺς δʼ ὑπερορμαίνων φοράδην ὑπὲρ ἀστέρα πατρὸς
- ἡνίκʼ ἂν ἐν καθέτῳ κόσμου μέσον ἀμφιπολεύῃ
- οὐρανὸν ἐν καθύγρῳ ---
- ζωιδίῳ, τῆμος δὲ γονὰς μερόπων τις ἐνέγκῃ,
- ἔσσεται ἐμπορικοῦ πλοίου φορτοστόλος ἴδρις,
- ναυκλήρου τέχνας θʼ αἱρήσεται, ἐν χρέεσίν τε
- ἥμερον ὠνητοῖσι βιώσεται, ἐργασίην τε
- κοινωνὸν πολλῶν συστήσεται, ἄστατα δʼ αὐτῷ
- ἐν θαλάμῳ νυμφεῖα γενήσεται ἔν τε γυναιξίν. [*](5)
- Ἑρμῆς δʼ οἰκείως ὁπότʼ ἂν κατὰ κύκλα φαανθῇ,
67
[*](3)