Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἐκτὸς δʼ οἰκ είων μοιρῶν γενέθλῃσιν ἐφεστὼς
- πλουτοτόκος κτῆσιν μὲν ἄγαν πολυχρήμονα τεύχει
- καὶ βιοτὴν πλήθουσαν ἀλύπητόν τε δίαιταν,
- ἀρχὰς δʼ οὐκ ἄξει βασιληίδας οὐδὲ θρονισμούς,
- ἡσυχίῃ δʼ ἀφανεῖς σκήπτρων δίχα τούσδε φυλάσσει,
- ἀβλαβέας τʼ, σἴκων τε διευθυντῆρας ἐν ὄλβῳ. [*](C)
- Ὧδε μὲν ἀπλανέων τε πλανητάων τε κέλευθα
- ῥομβηδὸν περὶ κόσμον ἀματροχιῇ πεφόρηται.
- Ἄλλα δέ τοι λέξω πάλι σήματα θεῖα γενέθλης. [*](D 1)
- Ἡνίκʼ ἂν ὡ ράωνπανετίσκοπα φέγγεα Μήνης
- φυομένοις μερόπεσσιν ἀνʼ οὐρανὸν αὐγάζηται,
- ἀστὴρ δʼ εἰς δυσμὰς Ἄρεος πυριλαμπέος ἔλθῃ,
- ἐνσινέας τε τίθησι βροτούς, ἀβίους, ἀμελάθρους,
- καὶ λιτῆς πενίης χερνήτορας, ἀκτεάνους τε·
- πολλάκι καὶ θανάτῳ κακομήχανος ὤλεσε δεινῷ. [*](2)
- Ἤνδέτʼ ἀνοικείοισι τόποις ὡ ροσκόπον Ἄρης
- φέγγος ἐπιτρέψῃ γονίμην ἐπὶ γαστέρα θνητῶν,
- χωλόποδας τεύχει τε καὶ ἀσθενέας καὶ ἀώρους,
- νῶτά τε κυρτιόωντας, ἰδὲ ψευστῆρας ἀθέσμους,
- καὶ παναγεῖς, ὄλβου τε ποθήτορας ἀλλοτρίοιο·