Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- εἴκελα κἤν Πυρόεντος ὁμοῦ Μήνῃ ὑπὲρ ὥρης
- τελλομένου ἕτερον Φαέθων δύνῃ κατὰ κέντρον.
- Ἑρμῆς δʼ ὡρονομῶν σύν τε Κρόνῳ ἀντιπέρηθεν
- δύνοντος Ζηνὸς πραπίδων νόον ἠμάλδυνεν,
- ἂφρονά τʼ ἐξετέλεσσʼ ἀποφώλια μητιόωντα.
- Μήνης δʼ ἐν φθινύθοντι φάει πρόδυσιν κατὰ πάντα
- Ἠελίου μέτα παμφεγγοῦς, ἑτέρων δʼ ἐπιόντων
- δυομένῳ κέντρῳ, μάλα δὴ φράζεσθαι ἄνωγα·
- οἱ μὲν γάρ τʼ ὀλοοὶ κῆρας καὶ δείματʼ ἄγουσιν
- εἰδώλων τε βροτοῖς ἰνδάλματα δαίμοσιν ἶσα,
- καὶ ζαθέαις ὀμφῇσι κλειζομένους ἀνέφηναν.
- ὣς δὲ καί, ἢν Φαέθων Ἄρην δύνοντα διώκῃ
- ἐξόπιθʼ ἑσπόμενος, λύσσαν μανίας τʼ ἐπιβάλλει.
- ὁππότε δʼ ὡρονομῇ μὲν Ἄρης, δύνῃ δὲ Σελήνη
- ἀμφί τε κυρτωθεῖσα φανῇ Φαίνο ντος ὅροισιν,
- τῆμος ἄρʼ αἴσχιστοι φύντες θνητοὶ περὶ μορφὴν
- ὀξέα δινωτοὺς στέρνοις φορέουσιν ἔπʼ ὤμους.
- σὺν δὲ Κρόν ῳ βαίνουσαν ἐπὴν Κυθέρειαν ἀθρήσῃ
- Ἄρης ἢ τετράγωνος ἢ ἀντιπέρηθε βεβηκώς,
- μήδεʼ ἀποτμήγοντες ἐφημέρου εἵνεκα φορβῆς
56