Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- Ἀλλὰ γὰρ οὔτις θνητὸς ἐὼν πάσας κε δύναιτο
- πρήξιας ἢ τέχνας εἰπεῖν, ὅσσας μερόπεσσιν
- ἀστέρες ἐν σφετέροισιν ἐμοιρήσαντο δρόμοισιν.
- ἐξείης δʼ ἄρʼ ἔπειτα σίνη περὶ σώματα θνητοῖς
- ὁππόσʼ ἐπεκλώσαντο καὶ ὁπποίας κατʼ ἀταρπούς,
- ἐξερέω μάλα παῦρʼ, ἐπεὶ οὔτινα φῶτʼ ἐνὶ τόσσοις
- ἀσκηθῆ καὶ ἄνουσον ἄχρις θανάτοιό κʼ ἐφεύροις.
- εὖτʼ ἂν δὴ ζώῳ Πυρόεις ἐπιόντι βεβηκὼς
- ἀμφοτέροις σελάεσσιν ὁμοῦ βεβαῶσιν ἕπηται,
- ὀφθαλμῶν σέλας ἀμφοτέρων ἢμερσε βροτοῖσιν·
- ἤν δὲ Σεληναίῃ μούνῃ τῆμος σέλας ἁγνὸν
- ληγούσῃ, ἑτέροιο φάος κανθοῖο σινώσει·
- τοῦτο δὲ καὶ δυνούσῃ ἐπερχόμενος πάθος ἔρδει.
- ἢν δύνοντα δʼ Ἄρην κατίδῃ Κρόνος ἠὲ καὶ Ἑρμὴς,
- ἢ μανίην ἢ νοῦσον ὀρίνουσιν βροτῷ ἱρήν.
- ὣς δὲ καί, ἢν Φαέθων δύνῃ, ὥρην δʼ ἐφέπωσιν
- Ἑρμῆς καὶ Πυρόεις, μανίην πραπίδων τελέουσιν.
- ναὶ μὴν καὶ Τιτνῆνος ἀνερχομένου ἅμα Μήν ῃ
- ἐκ περάτης δύνοντες ὁμοῦ Φαίων τε καὶ Ἄρης
- λυσσήρεις πινυτοῦ τε νόου παραπλῆγας ἔτευξαν.