Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀλλοτρίῃσι θύρῃσιν ἐφεστηῶτες ἀλῆται
  2. γείνονται, πενίην αἰεὶ συνοπηδὸν ἔχοντες.
  3. σὺν Πα φί ῃ δὲ Σεληναίην λεύσσων κλυτὸς Ἄρης
  4. ἂνδρας μὲν μάχλους καὶ ὀπιπευτῆρας ἔτευξεν,
  5. θηλυτέρας δὲ λέχος μισθοῦ δήμοις παρεχούσας.
  6. ὁππότε δʼ ἀλλήλων ὁρίοις Κύπρις τε καὶ Ἄρης
  7. φαίνωνται ξυνὸν ζώων δρόμον ἐξανύοντες,
  8. ζωροπότας, κώμοισι γεγηθότας, ἔν τε μέθῃσιν
  9. ὃν βίοτον τελέοντας, ἐπʼ ἀλλοτρίαις δὲ γυναιξὶν
  10. κρυπταδίαις τʼ εὐνῇσι μεμηνότας ἄνδρας ἔτευξαν.
  11. εἰ δὲ Κρόνος τοῖσιν μάρτυς πέλοι, αἴσχεσιν αἰνοῖς
  12. ἀμφέβαλεν· τοῖσιν γὰρ ἀεὶ κύπρις στομάτεσσιν ---
  13. εὖτ’ ἂν δʼ Ἠελίῳ συνίῃ κερόεσσα Σελήνη
  14. ἀμφοτέρων μέσσοιο φαεινομένου Πυρόεντος,
  15. τοῖσι δʼ ὁμοῦ βεβαῶσι Κρόνος τετράγωνος ὁρῆται,
  16. 57
  17. τῆμος ἐνὶ στέρνοισι χολὴ ζείουσα μέλαινα
  18. ἀνθρώποις παρέπλαγξε νόον, λύσσαν τʼ ἐπορίνει.
  19. δύνοντες Τιτὰν δὲ καὶ ὦκα θέουσα Σελήνη ---
  20. ἢ ξηρῶν νούσων θανάτου τέλος ἠὲ καθύγρων,
  21. λυσσήρεις δὲ τελοῦσι, φρενοβλαβίην τʼ ἐπάγουσιν.