Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. αἰπυτάτῳ βεβάωσι, Κυθήρης ἐν Κρόνου οἴκῳ
  2. φαινομένης, αὐτοῦ τε Κρόνου ζώῳ ἐν ἐκείνης
  3. δερκομένου αέθοντα μεσουρανέοντα καὶ Ἄρην,
  4. τῇσιν Μοῖρ’ ὀλοὴ τέκνων στάχυν οὔποτ’ ἔνειμεν.
  5. Τόσσʼ εἰπὼν ἀτέκνων τε καὶ ἀσπέρμων περὶ φωτῶν,
  6. ἄλλα δὲ μαντιπόλοισιν ἐπιφράσσασθαι ἐάσας,
  7. αὐτίκʼ ἀδελφειῶν λέξω πῶς ἄν κε φράσαιο
  8. πληθύν, ὁπόσοι τε μιῆς ἀπὸ γαστρὸς ἔασιν
  9. ἔκ τʼ οἴων πατέρων, ὅσσους τʼ ἐπιμὶξ ἐτέκοντο
  10. μητέρες ἀλλοίοισι παρ’ ἀνδράσιν εὐνηθεῖσαι.
  11. ἐν θυμῷ δὴ πρῶτα χρεὼ φράζεσθαι ἀριθμόν,
  12. ὅσσοι ἐφʼ ὡρονόμου ζώῳ τριτάτῳ καθορῶνται,.
  13. ἠὲ μεσουρανέοντι πόσοι βεβάασιν ὕπερθεν
  14. ἀστέρες, ἢ σφετέραις ἐπιμάρτυροί εἰσι βολῇσιν.
  15. ὁππότε δʼ ἐξ ὥρης τριτάτου τʼ ἀπὸ δεικήλοιο
  16. ὁπότʼ ἐκ κέντροιο τόδε σκέψασθαι ἄρειον,
  17. οὐκ ἔλαθεν σοφὸν ἅνδρα καὶ ἴδμονα μαντοσυνάων.
  18. ὣς δʼ αὕτως σκέψαιο καὶ ὅσσοις ἀστράσι Μήνη
  19. συμφέρετʼ, ὅσσοισι μέχρις φάσιος συνέμιξεν·
  20. τόσσους γὰρ γνωτοὺς Μοῖρα θνητοῖσιν ὀπάζει.