Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἄλλα μὲν Ἑρμείῃ, τὰ δʼ ἐοικότες Ἀφρογενείῃ.
  2. εἰ δὲ Σεληναίη μὲν ἐνὶ Στίλβοντος ὅροισιν,
  3. ἄρσενι δʼ ἐν ζώῳ Κύπρις πέλοι ἐν Κρόνου οἴκῳ,
  4. μηδʼ ὅσον ἀμφοτέρας Ζηνὸς καταδερκομένοιο,
  5. στείρας ἠδʼ ἀτόκους τῆμος θήκαντο γυναῖκας.
  6. ὁππότε δʼ οὖ Φαίνωνμὲν ὑπὲρ κέντρουμεσάτοιο
  7. ἱστῆται, τῷ δʼ αὖτε καταντιπέρην Ἀφροδίτη,
  8. ἤτοι ἀπείρητοι τεκέων ἐπὶ πάγχυ γένοντο,
  9. ἢ φθείρουσι γονὰς ἀπὸ γαστέρος ὠμοτοκοῦσαι.
  10. εἰ δʼ ἐσθλὸς Φαέθων τοῖσίν γʼ ἐπιμάρτυρος εἴη,
  11. ψευδέσιν ὠδίνεσσι λάθρῃ παίδων ἐγένοντο
  12. μητέρες ἀλλοτρίων καὶ ὑποβλήδην ἐτέκοντο.
  13. εἰ δʼ ἄρα καὶ Πυρόεις μαλεραῖς ἀκτῖσιν ὁρῴη,
  14. πάντʼ ἀναφανδὰ πέλει, τάγε δὴ λάθρῃ ἐξετέλεσσαν.
  15. εἰ δʼ ἀγαθῶν ἄστρων παναπόστροφον οἶμον ἰόντων
  16. ἀνδρὸς ἔοι γενέθλη, τότʼ ἀεικέα ἔργα τελοῦσιν·
  17. κέρσαντες γὰρ ἀχρεῖον ἑοῦ ἀπὸ σώματος αἰδῶ
  18. καὶ κυσὶ μήδεα δόντες ἑκοντὴν ὠμὰ δάσασθαι,
  19. λιτοὶ ἀγείροντες γαῖαν κατὰ πᾶσαν ἀλῶνται.
  20. 47
  21. ὅσσαις δʼ αὖτε γυναιξὶν Ἄρης Φαέθων τʼ ἐπὶ κέντρῳ