Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. εἰ δʼ ἄρα μή τινι Μήνη ὁμοῦ θέοι ἠὲ συνάπτοι,
  2. τόσσοι ἀπʼ ἀλλοίων μικτοὶ τελέθουσι τοκήων.
  3. ἐν δὲ δισώμοις ὅσσοι ὁμοῦ Μήν ῃ φορέονται,
  4. ἢ συναφὴν δείκνυντʼ, ἤ μαρτυρίῃσιν ὁρῶσιν,
  5. δισσοὺς οἵγε κασιγνήτους θνητοῖσι νέμουσιν.
  6. εἰ δʼ ἐθέλοις δεδαῆσθαι, ἀπαὶ πατέρων μὲν ὁπόσμητρῴης
  7. δʼ ἀπὸ γαστρὸς ὅσοι γεγάασιν ὅμαιμοι, ---
  8. 48
  9. ὃς μὲν γὰρ φαίνει πατρὸς γόνον, ἡ δʼ ἄρα μητρός.
  10. εἰ δʼ ἄρʼ ἄχρις φάσιος μὴ δή τινι φωτὶ συνάπτοι
  11. παμφεγγὴς Μήνη, ζώῳ δέ τʼ ὄπισθεν ἰόντι
  12. ἢ Κρόνος ἢ Πυρόεις ἐπιμάρτυροι ἰνδάλλωνται,
  13. ἢ παύρους θῆκαν γνωτούς, ἢ καὶ σπαναδέλφους.
  14. ταῦτα δὲ ῥέζουσιν καὶ ὅτʼ ἂν μεσάτου κατὰ κέντρου
  15. ξυνὰ θέωσʼ ἢ ὄπισθεν ἐπαντέλλοντες ὁρῶνται,
  16. κἤν ἐκτὸς κέντροιο, κασιγνήτους ὀλέκουσιν.
  17. καὶ δὲ καὶ ὡρονομῶν Φαίνων, ὁπόσοι προγέγοντο
  18. φωτὸς ἀδελφειοί, πάντας ζωῆς ἀπάμερσεν.
  19. Πολλὰ μὲν οὖν τις τοῖσιν ἐοικότα σήματʼ ἀνεύροι
  20. εἵνεκ ἀδελφειῶν· τέχνας δʼ ἐγὼ αὐτίκα λέξω
  21. ἔργα θ’ ὁποῖα νέμουσιν ὀιζυροῖσι βροτοῖσιν.