Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ἠελίῳ δʼ οἴῳ συναφὴν τεύχουσα Σελήνη
  2. ἔκπτωσίν τε τίθησι βίου, καὶ κήδεʼ ὀπάζει.
  3. ἢν δʼ ἀποχαζομένη Ὑπερίονος εἶτα συνάπτῃ
  4. ἐσθλοδόταις, ἀγαθὴ καὶ ὑπείροχα ἔργα φέρουσα
  5. μείζονα καί τʼ ἀρίδηλʼ ἀγάθʼ ἀνθρώποις ἀνέφηνεν.
  6. αἰεὶ δʼ ἐν γενέθλῃσι κενοδρομέουσα Σελήνη
  7. πλαζομένους βιότους καὶ ἄλην ξείνης ἐπὶ γαίης
  8. ῥέζει, λιτοτέρους τε βίῳ καὶ πολλὰ μογεῦντας.
  9. χρὴ δʼ αἰεὶ γενέθλης πρότερον νεοφεγ γέα Μήνην
  10. καὶ δʼ ἔτι πληροσέληνον ἐνὶ πραπίδεσσιν ὁρᾶσθαι,
  11. ὅππῃ τάσδε δύω φάσιας παρεοῦσα τέλεσσεν,
  12. ἢ καὶ συντροχάουσ᾿, ἐπεὶ ἐσθλοδόταις μὲν ἀρίστη
  13. πρώτας ἀκτῖνας ξυνουμένη ἠέ τε πλήρεις,
  14. σύν χαλεποῖσι δʼ ἐοῦσα πανεικέλιον μένος ἴσχει
  15. κείνοισιν, λυγροῦ τε βίου πλήρωσε γενέθλην.
  16. ἔξοχα δʼ αὖ κακὰ πάντοτʼ ἐπὶ θνητοῖσι κυλίνδει
  17. ἐν φάσεσιν πάσῃσιν, ἐν αἷς Πυρόεντι συνάψῃ·
  18. κἢν ἐπὶ συνδέσμου βαίνῃ, μανίῃσι προσάπτει, ---
  19. ἢ σπασμοὺς νοῦσόν θʼ ἱερὴν καὶ ἀναλθέας ἄτας.
  20. 20
  21. ἄντα δʼ ἄρ᾿ Ἠελίου χαίρει τροχάουσα Σελήνη,