Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. πλήρει ἐπεὶ κύκλῳ τότʼ ἀγάλλεται αὐγάζουσα,
  2. καί τε κλέους ὄλβου τε παραιτίη ἐστὶ βροτοῖσιν.

Ἐν τῷ γ΄ βιβλίῳ φησίν·

Α. Τί ἀποτελεῖ ἕκαστος τῶν ἑπτὰ πλανητῶν ὡρονομῶν ἐν ἰδίῳ οἴκῳ καὶ ἐν παντὶ τῶν ἄλλων τριῶν κέντρων μόνος εὑρισκόμενος ἐν ἰδίῳ μέντοι οἴκῳ.

Β. Τί ἀποτελεῖ, ἡνίκα ἑνὸς ὡρονομοῦντος ἕτερος ἐπὶ τοῦ δυτικοῦ κέντρου μόνος θεωροῖτο, καὶ τὸ τῶν ἀνθρώπων ἀποτέλεσμα ἀπαραλλάκτως εὑρισκόμενον, κἂν ἐπὶ τοῦ μεσουρανήματος καὶ ἀντιμεσουρανήματος εὑρεθῶσιν, ἑαυτοὺς ἀναμετροῦντες εἷς μὲν ἄνω, εἶς δὲ κάτω ὤν.

Γ. Τί ἀποτελοῦσιν οἱ συμμαρτυροῦντες ἀλλήλοις, ἢ καὶ συσχηματιζόμενοι, ἢ καὶ ἐπιβλέποντες ἑαυτούς.

Δ. Τί ἀποτελεῖται Ἡλίου καὶ Σελήνης ἑαυτοῖς συσχηματιζομένων, τοῦ μὲν ἐν ἀρσενικοῖς προσφόρως τῇ οἰκείᾳ φύσει, τῆς δὲ ἐν ζώοις θήλεσιν εὑρισκομένης, ἢ τὸ ἀνάπαλιν, ἢ καὶ ἀμφοτέρων ἐν ἄρρεσιν, καὶ ἀμφοτέρων ἐν θήλεσιν, καὶ τί μὲν ἐπὶ ἀνδρός, τί δὲ ἐπὶ γυναικὸς ταῦτα ἀποτελεῖ.

Ε. Περὶ χρόνων ζωῆς, καὶ πῶς μὲν τούτους ἐφοδευτέον δι᾿ ἡμέρας, πῶς δὲ νυκτός· καὶ πότε μὲν ἀπὸ τῶνδε, πότε δὲ ἀφ᾿ ἑτέρων τούτους παραληπτέον.

  1. Ὅσσα μὲν ἀλλήλων οἴκοις τελέουσι βροτοῖσιν.
  2. ἀστέρες, Ἠελίῳ τε πυριπλήθοντι συνόντες,
  3. ὁππόσα καὶ κεραῆς συναφαῖς τεύχουσι Σελήνης,
  4. ἐν προτέραις σελίδεσσι μάλʼ ἀτρεκέως κατέλεξα.
  5. νῦν δʼ ἐπιμαρτυρίας αὐτῶν καὶ σχήματα πάντα,
  6. 21
  7. ἀλλήλων θʼ ὅσα δρῶσιν ὑπ’ ἀκτίνεσσιν ἐόντες,
  8. καὶ κέντροις πισύρεσσιν ἐπεμβεβαῶτες, ἀείσω.
  9. Πρῶτα μὲν οὖν Φαίνων ὑπὲρ ὡρονόμοιο βεβηκώς
  10. ἤτοι πρωτοτόκους καὶ πρωτοτρόφους ἀνέφηνεν,
  11. ἢ καὶ ἀδελφειοὺς προτέρους διόλεσσεν ἅπαντας,
  12. τέκνων δʼ αὖτʼ ὀλετὴρ πέλεται, βίοτόν τε χαλέπτει
  13. ἀλλοτρίοις οἴκοισιν ἐών· εὖτʼ ἂν δʼ ἐν ἐοῖσιν
  14. ὡρονομῇ, ζώοις δʼ ἰδίοις ἐπιτέρπεται αἰεί,
  15. Αἰγόκερῳ τε καὶ Ὑδροχόῳ βλοσυρῷ τε Λέοντι
  16. καὶ Χηλαῖς Κριῷ τε, τότʼ ἀνέρες ἐξεγένοντο
  17. κύδιστοι, γενεῇ τε γεγηθότες, εὐκλέι πλούτῳ
  18. τιμαῖς καὶ γεράεσσιν ἀγαλλόμενοι βασιλήων.
  19. ψυχρὸν δʼ ἐς λίβα νισσόμενος δῦνον περὶ κέντρον