Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢ καὶ ἀφʼ Ἑρμάωνος ἀπορρέῃ, ἔμπαλι δʼ ἐξῆς
  2. ἢ Κρόνῳ ἢ Πυρόεντι συνάπτῃ, δεινὴ ἐτύχθη·
  3. οἴκων γὰρ φθείρει κτῆσιν βιότῳ προϊοῦσιν,
  4. καὶ χαλεπὴν πενίην γήρως ἐπὶ λυγροῦ ὀπάζει.
  5. φαύλη καὶ κερόεσσα συνάπτουσ’ Ἄρεϊ Μήνη·
  6. κλῆρον γάρ τε δόμων πατρώιον ἐξαπόλεσσεν
  7. καὶ μητρῷον ὁμοῦ, ποτὲ δʼ αὖ καὶ μητέρας αὐτάς·
  8. γεινομένους δʼ αὐτούς μεγαληγορίῃσι χανόντας
  9. ῥέζει παντόλμους τε θρασεῖς τ᾿, ἐπὶ τοῖσι βιαίους,
  10. ἀστεμφεῖς, ὠμοὺς καὶ ἀπηνέα ἔργα τελοῦντας,
  11. τοὔνεκα καὶ πταίοντας ἐν ἔργμασιν, ὁππόσʼ ἕλωνται·
  12. καὶ δὲ δέσιν θνητοῖσι πόρεν κείνῳ συνιοῦσα.
  13. 19
  14. ἶσα δὲ καὶ συνιούσῃ ἀπορρείουσʼ ἀπὸ Θούρου.
  15. εἰ δέ τ᾿ ἀπορρείῃ μὲν ἀπʼ Ἄρεος, εἶτα κυνάπτῃ
  16. κυδίστῳ Κρονίδῃ, πολυόλβους τῆμος ἔτευξεν
  17. καὶ μακαριστοτάτους, πρήξεις τʼ ἀγαθὰς τελέοντας.
  18. ταῦτα δὲ καὶ Κυθέρῃ συναφὴν τεύχουσ’ ἀπ᾿ Ἄρηος
  19. ῥέζει· πρὸς δʼ Ἑρμῆν, βουλαῖς μύθοισί τ᾿ ἀρίστους,
  20. αἰὲν ὑπὲρ θνητούς πυκιναῖς πραπίδεσσι νοοῦντας.
  21. τοῖα δὲ καὶ διάμετρος ἀεὶ πέντʼ ἀστράσι τεύχει.