Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. καὶ πενίη καὶ μοῖρα κακή· καὶ λάτρια ἔργα
  2. πείσονται, βίοτόν τε ῥοπῇ λείψουσι πρόμοιροι.
  3. [*](F)[*](32)
  4. Ἡνίκα δʼ ἡ Κερόεσσα μέσον πόλον ἀμφιβεβῶσα
  5. νυκτερινοῦ θέματος κατὰ μοῖραν ἰοῦσα φαανθῇ,
  6. Ἠέλιος τʼ ἐπίκεντρος ἐν ἀρσενικοῖσι τόποισιν,
  7. γεννῶσιν βασιλῆα, θεὸν βροτὸν ἀνθρώποισιν.
  8. Ἑρμείας δὲ μεσουρανέων, Τιτὰν δὲ σὺν αὐτῷ
  9. αὐτή θʼ ἡ Κερόεσσα καθʼ ὡρονόμοιο τυχοῦσα
  10. 96
  11. ἡμερινοῦ θέματος, βασιληίδος ἐστὶ γενέθλη.
  12. ταῦτα δέ τοι τελέουσιν, ἐπὴν ἐπίκεντροι ἔωσιν,
  13. μηδένα τῶν ὀλοῶν κατεναντίον ἐχθρὸν ἔχοντες.
  14. [*](IV)[*](39)
  15. Ἢν δʼ ἐπὶ μαρτυρίην Ἄρεως ἐλθοῦσʼ Ἀφροδίτη
  16. ὄμμα βάλῃ πανταυγὲς ἐν ἡμερινῇσι λοχείαις,
  17. ἐκ πυρὸς αὐχήσουσι τέχνας μέλανός τε σιδήρου,
  18. ἄκμοσι ῥαιστοτύποις μεμελημένοι ἠδὲ καμίνῳ.
  19. Ἑρμῆς δʼ οἰκείοις ὁπότʼ ἂν κατὰ κύκλα φαανθῇ,
  20. μαρτυρίη δὲ Κρόνοιο κατʼ αἰθέρα τῷδε πελάζῃ,
  21. δὴ τότε ῥήτορας ἄνδρας ἰδʼ ἐν σοφίῃσιν ἀρίστους
  22. ἔσσεσθαι δείκνυσι καὶ ἀστρολόγους θεοφήμους.
  23. εἰ δὲ Σεληναίης ἑλικώπιδος ἄστατος ἀστὴρ