Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢ πυρὶ δαιομένους, ἢ ἐν ὕδασι πολλὰ παθόντας.
  2. Ἄρεος ἠδὲ Κρόνοιο μέση Κύπρις οὐ καλοεργός,
  3. 95
  4. οὕνεκεν ἀνθρώποισι κακὴ κατὰ λέκτρα τέτυκται·
  5. μίσγει γὰρ δούλῃσιν ἑταιρίσιν, ἃς φιλέοντες
  6. ζήλῳ ἐλαύνονται κακοεργέι· πολλάκι δʼ οὗτοι
  7. ἀνέρες ὀργιόωντες ἀποκτείνουσι γυναῖκας,
  8. αἳ μόρον αἰνὸν ἔχουσι κακῆς διὰ φίλτρα κυθήρης.
  9. [*](A)[*](37)
  10. Ζῴδιον ὡρονόμοιο λαχὼν Ζεὺς ἡδʼ Ἀφροδίτη
  11. Ἄρηος δύνοντος ἀνηλέος ἠδὲ Κρόνοιο, ---
  12. πλούσιοι ἐν πρώτοισι καὶ ἐν πυμάτοισι πένητες,
  13. ἀλλʼ οὐκ ἐκλείπουσι μάχας θορύβους τε δίκας τε,
  14. εἰ μή πως Φαέθων πυμάτην περὶ μοῖραν ὁδεύσῃ.
  15. εἰ δʼ Ἄρης ὥρην κατέχοι Φαίνωντε σὺν αὐτῷ,
  16. δύνῃ δʼ αὖ Φαέθων κατεναντίον ἀμφοτέροισιν,
  17. ἐν νεότητι πένητα καὶ ἐς τέλος εὔπορον ἄνδρα
  18. ῥέζουσιν, βιότοιο δʼ ἀνώμαλα ἔργα τελοῦσιν.
  19. εἰ δὲ Κρόνῳ καὶ Ἄρηι συνῇ κερόεσσα Σελήνη,
  20. μοίρης ἐντὸς ἐοῦσα, συνάπτῃ δʼ αὐτίκα τοῖσδε,
  21. ἐντὸς ἔχει κακίην Ἄρεός τʼ ἠδὲ Κρόνου αἰνήν,
  22. αἰνός τʼ ἀνθρώπων ἔσεται βίος ἡδʼ ἐλεεινός,