Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ἑρμείαν σύμφωνον ἔχοι κατὰ κόσμου ἀταρπόν,
  2. καὶ μούνη Κυθέρεια συνῇ καλῷ Φαέθοντι,
  3. ῥεκτῆρας χρυσοῖο καὶ Ἰνδογενοῦς ἐλέφαντος
  4. ἐργοπόνους ῥέζει καὶ ζωγραφίης μεδέοντας,
  5. εὐφυέας θριγκῶν τε καὶ εὐτυχέας κανονισμῶν
  6. κοσμήτας, μάλα τοι πεπονημένα τεχνάζοντας.
  7. Ζῆνα δʼ ὅτʼ ἂν φαέθοντα βάλῃ λαμπραυγέτις ἀκτὶς
  8. Ἑρμείου, μίγδην τε διαλλάξωσιν ὁρισμούς,
  9. ῥήτορας ἐμφαίνουσι βροτοὺς σοφίης τε κρατίστους
  10. ζηλωτάς, τεύχει τε λόγων νεότητά τε λαμπρὴν ---
  11. γραμματικὴν ἄσκησιν ἐνὶ στέρνοισιν ἔχοντας.
  12. [*](286—289═IV, 121—124.—290sq.═IV, 139sq.—292sq. ═IV, 127sq.—294—300═IV, 146—152.—301sq.═IV, 201sq.—303═IV, 141.—304sq.═IV, 204sq.)
    97
  13. Μήνης δʼ ἀμφίκερω σκολιὸς δρόμος ἡνίκʼ ἂν ὀφθῇ
  14. Ἄρεος ἀκτίνεσσι πόλου λοξεύματα βαίνων,
  15. Στίλβων δʼ ἀμφʼ αὐτοῖς ἢ καὶ διάμετρος ὁραθῇ
  16. ζωιδίῳ κόσμοιο, κακοὺς ληίστορας ἄνδρας
  17. καὶ θυρέτρων δεινοὺς ἐπανοίκτορας ὀθνειάων,
  18. κλεπτῆρας φαύλους νυκτοπλανέας τελέουσιν·
  19. οὗτοι φωρηθέντες ἐν ἀλλοτρίοισι μελάθροις
  20. εἰς συνοχὰς ἥξουσι σιδηρήεντά τε δεσμά,
  21. εἱρκτὰς δʼ οἰκήσουσι φυλασσόμενοι ἀλύσεσσιν,