Declamatio 34

Libanius

Libanius, Declamatio 34, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

διὸ οὐδ’ ἐλαττῶσαι δοκῶ μοι τὰ χρήματα, πῶς γὰρ τοσοῦτον προσθεὶς τὸν πατέρα; ἀλλὰ δεόντως αὐξῆσαι, ὅτι μηδ’ ἔμποροι τὰ ἑαυτῶν ἐλαττοῦν οἴονται ἴν, εἰ τύχοι, τῶν τιμιωτάτων ἀργυρίων πολλῶν κατακτώμενοι. ἤρκεσε γὰρ ἀντὶ τῶν καταβλη- θέντων τὸ ἤδη κτηθέν. κἀμοὶ δὲ ὁ πατὴρ ἀντὶ πάν- των τῶν ὄντων, κἂν μικρὸν εἴπῃς κἂν μέγα κἂν αὐ- τὴν προσθῇς τὴν ψυχήν. εἰ δ’ ἠλάττωται τῆς χρείας σφοδρῶς ἐγκειμένης καὶ ἀπαιτούσης, τί παρὰ τοῦτο δεινόν; οὐ πάντες ἄνθρωποι διὰ τὴν ἀνάγκην σφῶν καὶ χρήματα καὶ πᾶν ἄλλο πορίζονται; ἢ τίνος ἄλλου [*](3 μηδαμῶς V 22 τύχη V)

162
γε χάριν ἔχεις εἰπεῖν; ἂν γὰρ μὴ οὔθ’ ὅταν πόλεμος ἐπιστῇ, ἐξέσται χρήσασθαι καὶ χρυσῷ καὶ ἀργύρῳ οὔθ’ ὅταν λιμὸς ἢ νόσος ἢ ἕτερός τις ἀγὼν ἐπαγό- μενος κίνδυνον, ἀλλ’ ἔνδον ἡμῖν ἄχρηστα κείσεται, τί λιθιδίων καὶ καχλήκων καὶ τῆς ἐκ πεδίου κόνεως διοίσει ἡμῖν; ἢ τί μᾶλλον ταῦτα μὲν εἰσοικίζομεν πολλῇ τῇ σπουδῇ καὶ ἀσφαλισάμενοι ἔχομεν, ἐκεῖνα δὲ ῥιπτοῦμεν ἡμῖν ἀχρήστων καὶ ἀνονήτων καὶ τούτων κἀκείνων ὄντων ὁμοίως; ὃ γὰρ μὴ ταῖς ἀνθρωπίναις ἀνάγκαις ὑπηρετεῖν ἔχει, ἐπίσης ἀπόβλητον. καὶ τῶν ὁμοίως ἀχρήστων οὐκ ἔνι δήπου, εἰ μή τινα λέγεις παραφρονοῦντα, τὸ μὲν ἀποβάλλεσθαι, τὸ δὲ πέρι, σπουδαστὸν οἴεσθαι.

σὺ δέ μοι, ὅταν σαυτοῦ προ- τιθῇς τὰ χρήματα καὶ ταῦτα μεγάλων ἐνεστηκότων κινδύνων καὶ ἀξιοῖς ἡμᾶς μὲν κινδυνεύειν ἀνέχεσθαι, ταῦτα δ’ ἀθάνατα μένειν, ἦ που συμβουλεῦσαί τῳ οὐκ ἄν ποτε ἔδοξας μὴ σθένοντι χρήσασθαι τοῖς ποσὶν ὄντων χρημάτων ἵππον πρίασθαι καὶ ἱπποτροφεῖν ἀνέ- χεσθαι, ὅπως μὴ σφοδρότερον αὐτὸ κάμνον τὸ σῶμα οἰχήσεται, καὶ τῷ ὑπὸ χειμῶνος πολιορκουμένῳ προσ- κτήσασθαι καὶ χλαῖναν τοῖς ἱματίοις καὶ τῷ γε τρο- φῆς δεομένῳ ἤ τινος ἄλλου τῶν ἀναγκαίων χρυσὸν δόντα πορίσασθαι. τοῦτο δὲ τί ποτ’ ἂν ἕτερον ἔσται ἢ τὴν ἀνθρωπίνην ἀποκλείειν ζωὴν καὶ κελεύειν ἢ ἀγαπᾶν κατὰ ταὐτὸν τοῖς ἀλόγοις διάγειν καὶ τοῖς αὐτομάτως ἀναδιδομένοις ἐκ γῆς ἐξαρκεῖσθαι ἢ μὴ βουλομένους πεσόντας ἀπομετρῆσαι τὸν βίον αὐτίκα μὴ ἐξὸν ἄλλως ἀπολαύειν ζωῆς;

[*](5 ἐκπεδίου L 8 ἡμῖν scripsi ἡμῶν LV 13 προ- ᾶς τιθείης LV 15 ἡμῶν L 18 πριᾶσθαι V 19 αὐτῶ V)[*](25 καταταυτὸν L)
163

43. Ἀλλ’ ὑποκνίζει τὸ τάλαντον ἀπιόν. τί δέ; εἴπερ αὐτὸς ἀντὶ τοῦ ταλάντου ἀπῄεις, οὐ πολὺ μᾶλλον ἦν λυπηρόν; τοιγαροῦν ἀντίθες τῇ ζημίᾳ τὸ κέρδος. εἰς σαυτὸν βλέπε καὶ τὴν σαυτοῦ σωτηρίαν. λέγε πρὸς σαυτὸν διαλεγόμενος ἡσυχῆ· ἐκινδύνευον μηκέτ’ εἶ- ’ναι, ἀπολέσαι πάντα, τὸ φῶς τόδε, τοὺς ἀνθρώ- πους, τὰ χρήματα. ἀλλ’ ὁ παῖς ἄριστα προὐνοή- σατο. ἔδειξεν ἀληθῶς φιλοπάτωρ εἶναι καὶ τῆς ἐμαυτοῦ φύσεως ὧς μάλιστα προελθὼν ἐβε- βαίωσε τὸ συγγενὲς τῇ σπουδῇ κἀκ τῶν πολλῶν δοὺς ὀλίγα ἴσχυσε πάλιν τῶν πάντων ἀπολαύειν ποιῆσαι. καὶ νῦν ἀναβιούς εἰμι. οὕτω γὰρ μά- λιστα προσήκει νομίζειν. ὢ πραγματείας ἀρί- στης, ὢ τῆς μεγαλοψυχίας τοὐμοῦ παιδός; ὢ τῆς περὶ ἡμᾶς ἀγάπης. ἀργυρίου τὴν ζωὴν ὠνή- σατο τοῦ πατρός. καὶ νῦν ἔχει μὲν αὐτὸς τὸν πατέρα, κἀγὼ δὲ τὸν παῖδα πάλιν. ἀπολαύω καὶ τῶν χρημάτων τὸ δεύτερον, τῆς οἰκίας, τῶν τε- τραπόδων, τῶνκτημάτων πάντων. μετὰτοῦ δήμου περιπολεύω, ὁρῶ τὸ βῆμα, τοὺς δικαστάς, τὴν ἀγοράν, τῆς πολιτείας τὸ σχῆμα. συνεκκλησιάζω, εἰσφέρω ψηφίς μάτα, εἰσφέρω γνώμας. οὐδὲν ὃ μὴ καὶ αὖθις ἀπείληφα. ἃ δὴ πάντα μὴ ὅτι ἑνός, ἀλλὰ μυρίων μὴ προτιθέναι ταλάντων, μάλιστα δὲ παντὸς θησαυροῦ, οὐκ οἶδα τίνος ἐρῶν ἔργον ἀληθῶς εἰπὼν ἔσομαι.

ταῦτα τοῖς λογισμοῖς οἵ σε κατ’ ἐμοῦ παροξύνουσιν ἀντι- τίθει, καὶ οὐκ ἀγνοήσεις τὸν φίλτατον. προστίθει δὲ καὶ τοῖς εἰρημένοις, εἰ βούλει· ἔστω, ὑποκείσθω [*](5 σεαυτὸν LV 11 ὀλίγους L | ἴσχυσέ<μρ>? α 14 ὦ L τοῦ μοῦ L)

164
μὴ νόσον τὴν κατασχοῦσάν με, ἀλλὰ λῃστὰς ἐνεδρεύσαντας εἶναι. ἐπεὶ δ’ ἐκεῖνοι συνέλαβον, ἐπὶ θάνατον ἦγον, εἰ μὴ βουλοίμην εὐθὺς συ- χνὸν καταβαλέσθαι χρυσίον. οὐκ ἦν τούτου γε χωρὶς τὰς σφῶν διαδρᾶναι χεῖρας, οὐ δακρύον- τα, οὐκ ὀδυρόμενον, οὐ παρακαλοῦντα, οὐκ ἄλλο τι ἐλεεινὸν ἐνδεικνύμενον. εἶτα ζῆν αἱ- ρούμενος ἀποθέμενος ἐκείνοις πρόθυμος ὅσα εἶχον, περινοστῶ ζῶν, ὤνιον τῶν ἐμαυτοῦ γε- γονώς. καλὸν τοῦτό γε ἐμπόρευμα δοῦναι μικρὰ καὶ κερδῆσαι τὰ μείζω, χοῦν ῥίψαι καὶ εἰς ἑαυτὸν ἐπαναγαγεῖν τὴν ψυχήν. ἤ γὰρ οὐ φλυα- ρία σαφὴς καὶ χρυσὸς καὶ ἄργυρος καὶ πάντα χρήματα πρὸς ἀνθρώπου ζωὴν ἐξετάσαι;

καὶ μὴν οὐ πάντ’ ἔχομεν δόντες ἐν τῷ μεγάλῳ τῷ- δε κινδύνῳ. ἔτι τὰ πλείω παρ’ ἡμῖν εὕροις. ἔτι χρυσὸς ἔνδον πολύς, ἄργυρος δὲ πλείων. χαλ- κὸν δὲ καὶ σίδηρον τίς ἐξαριθμήσει; βοῶν ἀγἐ- λαι, ἵππων ἀγέλαι, ποίμνιά τε καὶ θρέμματα ἡμῖν ἄλλα κατ’ οὐδὲν τῶν προτέρων ἐλάττω. ὅσον δ’ ἐξ ἡμῶν ἀπῆλθεν εἰς τοὺς κρείττονας, μικρά τις τοῦ περιττεύοντος ἀφαίρεσις ἦν. καὶ οὐκ ὀδυνηρὸν τοῦτό γε, ὅτι μὴ καὶ μᾶλλον με γαλῆς παραίτιον εὐφροσύνης ὡς τῶν καλλίστων ἀντ’ αὐτοῦ προσγεγενημένων ἡμῖν. καὶ ὥσπερ εἴ τῳ περὶ ὀφθαλμοὺς κινδυνεύοντι καί τινος συμβουλεύοντος ἀφελέσθαι τῶν ἄκρων τριχῶν καὶ ἀφελομένῳ γε ἡ ῥῶσις συνείπετο, οὐκ ἂν [*](5 διαδρᾶναι LV 12 ἦ V 16 <ἂν> α εὕροις? 20 ουδὲν L 21 κρείττους V)

165
δικαίως ἀσχάλλων ἦν, ὅτι τὴν κόμην ἀπέβα- λεν, οὕτως οὐδ’ ἡμῖν εὐπρεπὲς δυσχεραίνειν οἷς ἀποκοπέντες μικρὰ οὐκ ὀφθαλμοὺς καὶ ῥῖνα ἢ τι ἕτερον τῶν μερῶν, ἀλλ’ ὅλους ἀνεκτη- σάμεθα ἑαυτούς.

οὕτω δεῖ, πάτερ, κατὰ νοῦν στρέφειν μὴ μόνον τὴν τῶν χρημάτων ἀφαίρεσιν μηδὲ τἀναλώματα θεωρεῖν αὐτὰ καθ’ αὑτά, ἀλλὰ καὶ ἥτις ἐγένετο πρόφασις ἐξ ἀρχῆς ἀναλίσκειν καὶ ποῖον ἐντεῦθεν τὸ κέρδος συνέβη. εἰ γὰρ ταῦτα μόνα σκοπεῖν ἀξιοῖς, ὥρα σοι διαβάλλειν οὐ μόνον τοὺς ἰδίως ὀνομαζομένους ἐμπόρους ἕτερ’ ἀνθ’ ἑτέρων ἀμειβομένους ἀεί, ἀλλὰ καὶ κοινῶς τὸν ἀνθρώπινον βίον οὐδαμῶς ἄλλως ὅτι μὴ διὰ τῆς τοῦ ἀμείβειν ὁδοῦ προιόντα καὶ τοῦ διδό- ναι μὲν ἕκαστον τὰ παρ’ ἑαυτοῦ, εἰσφέρεσθαι δὲ τὰ παρὰ τῶν ἄλλων.

καί μοι προκεχειρισμένος ἅπαν ἔργον ἀνθρώπινον σκόπει μοι σαφῶς, ἂν μή σοι φα- νήσεται ἑτέρου χάριν ποιούμενον, τὰ πάντα δὲ κοινῶς ὑπέρ τε τοῦ ζῆν ἡμᾶς καὶ καλῶς ζῆν, εἰς ὃ δὴ καὶ τείνει ἐπίνοια πᾶσα καὶ τέχνη καὶ πόνος ἀνθρώπινος. εἰ δέ σοί τις καὶ ἰατρῶν μνησθήσεται καὶ κυβερνη- τῶν τοὺς μὲν τέμνοντας λέγων καὶ κᾴοντας ἔστιν ἃ τῶν μερῶν βουλομένους γε τὸ λεῖπον τοῦ σώματος σώζειν, τοὺς δ’ ἔστιν ἐν οἷς κινδύνων πάνθ’ ὅσ’ ἀγώ- γιμα ἀποβαλλομένους ὑπὲρ ἑνὸς τούτου, τῆς σωτηρίας σφῶν τε αὐτῶν καὶ τῶν ἐμπλεόντων, ἆρα βουλήσῃ κακῶς καὶ τούτους εἰπεῖν μὴ τὰ ἐνόντα φυλάξαντας, οὓς πάντες ὡς ἔπος εἰπεῖν ἄνθρωποι ἐπαινοῦσιν ἀν- [*](7 εἴτισ L 8 ἐξαρχῆσ LV | ἀναλίσκειν L sed γρ ἀναλοῦν in marg 10 ἰδίους V 13 προιόντος V 20 δὲ σοι τὶς L - δὲ σοι τίς V 21 κᾴοντας V κάοντος L 23 τούσδ’ LV) [*](25 σωτηρίας τῶν τε σφῶν αὐτῶν V)

166
δραγαθισαμένους ὡς ἄριστα πρὸς τἀς τύχας καὶ ἱκα- νώτατα πρὸς τὰς ἀνάγκας μεμαχημένους; οὔ μοι δο- κεῖς τοσοῦτον ζηλοῦν φιλοσκώμμων ἀκούειν ὥστε μέμφεσθαι οὓς εὐλαβηθῆναι καὶ τὸν Μῶμον αἰτιᾶσθαί φασιν.

οὐκοῦν σχέτλιον ἂν εἴη τούτους μὲν μήτε μέμφεσθαι μήτ’ ἐγκαλεῖν αἱρεῖσθαι, δῆλον γὰρ ὅτι μηδ’ ἀπ’ ἐναντίας ἀνέξῃ ταῖς πάντων δόξαις ὁρμᾶσθαι, τὸν δὲ υἱὸν ὑπὲρ πάντας καὶ ἰατροὺς καὶ κυβερνήτας ἐν τοῖς κατὰ σὲ κινδύνοις φανέντα ἀποκηρύττειν καὶ ἀπαλλοτριοῦν σαυτοῦ καὶ τοῦτ’ ἀνθ’ ὧν ἔσωσεν; εἶτ’, ὦ πρὸς θεοῦ, οἴει τινὰ σύμψηφον ἕξειν τῆσδε τῆς γνώμης; οὐκ οἶμαί τινα ἔγωγε, εἰ μή τις ἐστὶν ἃ κοι- νῶς πάντες ἴσασιν αὐτὸς ἀγνοῶν.

ἐμοὶ μὲν οὖν δοκεῖ, κἂν εἰ μηδὲν εἶχον ἐκ τοῦ τὰ τοιαῦτα δρᾶσαι τέλος οὐδὲν ἀπαντῆσαν δεῖξαι χρηστὸν μηδέ τι ἄμει- νον συμβὰν περὶ σέ, τῆς γοῦν ὀρθῆς γνώμης ἕνεκεν μεθ’ ἧς τὴν σὴν ἐπραγματευόμην βοήθειαν δεόντως πολλῶν ἀπολαύειν ἐπαίνων, εἴ τις οἶδεν ἀνθρωπίνως λογίζεσθαι. οὐ γὰρ ἀπὸ τοῦ τέλους πάνθ’ ἀπλῶς δοκι- μάζουσιν οἴ γε καλῶς διαιτῶντες τοῖς πράγμασι, τὴν δὲ γνώμην ἣ πρώτως ἐκίνησεν ἐξετάζοντες οὐδὲν περαιτέρω προέρχονται. διὰ τί ποθ’ οὕτως; ἐπειδὴ προαιρέσεως ἀνθρωπίνης καὶ τῶν ἐφ’ ἡμῖν ὄντων ἡ γνώμη. ταύτῃ τοι καὶ ὀρθῶς ταύτης ἐχούσης ὡς ὀρθὰ προῃρημένους δικαιώσει τις ἐπαινεῖν· ἂν δὲ μὴ οὕ- τως, ὑπευθύνους ἡγήσεται τιμωρίας πονηρά τε στρέ- φοντας καί, ὅσον εἰς ἡμᾶς ἧκε, διαπεπραγμένους τὰ χείρω. ὁ γὰρ ἔχων ἐκ προαιρέσεως κακουργεῖν τάχιστ’ [*](4 Plat. rep. VI p. 487 A) [*](7 ἀπεναντίας L | αὔξῃ L 10 ταῦτ’ V 15 μὴ δέτι L V 16 ὀρθῶς L 22 διατί V διατὶ L)

167
ἂν ἐπενέγκοι τὴν πρᾶξιν τῷ λογισμῷ ἐν ἐξουσίᾳ τοῦ πράττειν γενόμενος, τοῦ τέλους δὲ οὐχ ἡμεῖς, ἡ δὲ Τύχη δήπου κυρία. κἂν μὴ τῆς γνώμης ἀξίως μηδὲ πρὸς τὰς ἐλπίδας ἐπίῃ τὸ πέρας, οὐ τοὺς ἀνθρώπους, τὴν δὲ δαίμονα αἰτιᾶσθαι προσήκει οὐ καλὴν τοῖς καλῶς ἠργμένοις ἐπνηνοχυῖαν τὴν τελευτήν.

καὶ αὐτὸς τοίνυν, ὦ πάτερ, τὴν ἐμαυτοῦ γνώμην σκοπού- μενος, εἰ μὴ βούλει συνεξετάσαι καὶ οἶον ἐντεῦθεν τὸ τέλος ἀπήντησε, μὴ δύσνουν ἡγοῦ μηδὲ ἄχαρι μηδὲν ἐργάσῃ τὸν παῖδα μηδ’ ἐθελήσῃς δίκην λαμβάνειν ὧν χάριν ἐκτίνειν εἰκὸς ἦν, ἀλλ’ ὡς καὶ τὸν ἄνωθεν χρό- νον, καίτοι μᾶλλον ἐχρῆν, ὅμως ἀσπάζου καὶ παῖδα λέγε χρηστὸν καὶ φιλοπάτορα καὶ φῶς βίου καὶ ὅ, τι σοι τοιοῦτον ἐξ ἔθους λέγειν ἐμέ.

51. Ἀλλ’ αἰσθάνομαι, ὦ ἄνδρες δικασταί, τοῦ πα- τρὸς ἀφεμένου μὲν σκοπεῖν, εἰ δίκαια λέγων ἢ ἄδικα φαίνομαι, θαυμάζοντος δὲ ὡς ἐμαυτοῦ γενοίμην λα- λίστερος, ἔπειτα καὶ τούσδε τοὺς ἐγγὺς ἱσταμένους διδάσκοντος ὡς οὐ δεῖ πιστεύειν ἐμοί. σκῆψις γάρ, φησί, ταῦτα τῷ μειρακίῳ καὶ προσφάτως ἀνα- πλασθέντα μυθάρια, ἐπειδήπερ βουλομένῳ γε ἀληθῶς τῷ πατρὶ βοηθεῖν ἐνῆν καὶ ἄλλως τοῦτό γε μετελθεῖν καὶ πραγματεύσασθαι τὴν ὑγείαν, ὡς ἂν μάλιστα ἡσθῆναι ἔμελλον καὶ ὁ ταύτης τετυχηκὼς ἐγὼ οὐχ οὕτω λυμήνασθαι τοῖς ἐμοῖς καὶ μέχρι ταλάντου τὴν συμφορὰν παρεκτεῖναι, πρᾶγμα, ὦ ἄνδρες, νὴ τὴν Ἀλήθειαν, ὅ με καὶ σαφῶς ὑγιαίνοντα ἴσχυσεν ἂν εἰς Ἅιδου καταγα- [*](1 ἐπενέγκῃ LV 6 ἐπενηνεγμένην V sed γρ ἐπενηνοχυῖαν in marg 11 ἐκτείνειν V 14 ἐξέθους L 15 ἄνδρες om L 19 δ’ εἰ L 24 ὥστ’?)

168
γεῖν. καὶ ὁ μὲν οὕτως οὐδενί τῳ προσέχων τὸν νοῦν ὅτι μὴ ἑαυτῷ ἣν ἀρχῆθεν ἔσχε περὶ τῆς ἀποκη- ρύξεως γνώμην κρατύνειν μέχρι τέλους οἰόμενος, ἃ δ’ ἔγωγε πρὸς αὐτὸν ἀντὶ τούτων, ὧς δικαίως καὶ καλῶς ἔχει, ἀκούσατ’ ἐπιμελῶς. κἂν δὲ μὴ οὕτως εὕ- ρητε, ἀπελαθείην αὐτίκα μάλα καὶ τοῦ βήματος τοῦδε κακῶς καὶ τῆς πατρῴας οἰκίας, τοῦ μὲν ὡς ἡττημένος καὶ μηδὲν ἰσχυρὸν προβαλλόμενος, τῆς δὲ ὡς ἀξίως καταδεδικασμένος τὴν ἀποκήρυξιν.

πλὴν ἅπερ ἀκοῦ- ’σαι δεῖ πρὸς ἡμῶν τὸν πατέρα, εἰ μὲν ἀληθῶς λάλος ἐγώ, πάτερ, καὶ νυνὶ μᾶλλον ἢ πρότερον, τῆς ἀνάγκης τοῦτο εἰς ἣν ἡμᾶς περιέστησας. ὡς γὰρ περὶ τῶν ἐσχά- των τοῦ ἀγῶνος ὑπάρχοντος εἰκὸς μηδεμίαν φειδὼ τῶν λόγων γίνεσθαι μήτε μὴν ἐκφέρεσθαι κατὰ τὸ ἔθος αὐ- τοὺς τῆς βίας ὠθούσης λέγειν σφοδρότερον, ἔνα μὴ λέγω ὡς τοὺς τὰ δίκαια λέγοντας εἰκὸς καὶ πλείω καὶ ἰσχυρό- τερα λέγειν τῶν ἄλλων ὡς τῆς ἀληθείας πολλαχόθεν μὲν συνισταμένης, πολλὰ δὲ λέγειν καὶ ὑπὲρ ἑαυτῆς χορηγούσης. ὅτι δὲ οὐδὲ στωμύλος ἐγώ τις καὶ λάλος καὶ οἷον ἄρτι πρώτως ὑπείληφεν ὁ πατήρ, οἶμαι τοὺς γε ἄλλους καὶ ὑμᾶς αὐτοὺς μαρτυρήσειν, οἴ με καὶ σιωπῶντα καὶ βουλόμενον λέγειν μηδὲν παρεκελεύ- σατ’ ἀποκρίνασθαι καὶ τὰς αἰτίας εἰς δύναμιν λύειν πειρᾶσθαι, ἃς ἐπήγαγεν ὁ πατήρ. καὶ γὰρ οὐχ ὁ εἰς ἀνάγκην τοῦ λέγειν περιπεσών, εἶτα λέγων εἰς δύνα- μιν δίκαιος τῆς τοῦ λαλεῖν αἰτίας κληρονομεῖν, ἀλλ’ ὅστις μηδενὸς δήπου μήτε καλοῦντος μήτε βιάζοντος αὐτὸς χαρίζοιτο τῇ γλώττῃ παρὰ καιρόν. καὶ τοῦτο [*](6 ἀπελθείην L 22 σιωπῶτα L | παρακελεύσατ’ V 23 ἐσ L 24 ὁ scripsi ὃς LV)

169
ἔστιν ἀληθῶς λαλιὰ τὸ μήτε σωφρονεῖν ἐν τοῖς λό- γοις μήτε τῇ χρείᾳ τούτους παραμετρεῖν, οὐχὶ τὸ ἀπλῶς λέγειν, εἰ μὴ πάντα ῥήματα λαλιὰν ὀνομάζεις αὐτός. καὶ γὰρ τοῦτον τὸν τρόπον οὐδὲ σύ, πάτερ, ἡμῖν μακρόθεν ἑστήξῃ τοῦδε τοῦ προσφθέγματος.

εἶεν. τὴν δὲ ῥῶσιν τοῦ σώματος πῶς ἦν ἑτέρως οἰκονομῆσαι; σὺ δίδαξον, πρὸς θεοῦ, ἐπειδὴ καὶ σὺ μόνος ἡμῖν δι- δάσκαλος τοῦ πράγματος λέλειψαι τῶν ἄλλων ἀπάντων ἐληλεγμένων, ἐγὼ δὲ οὔτε τὸν καιρὸν ᾔδειν ἐκεῖνον οὔτε νῦν ἔχω εἰδέναι, οὗ χάριν οἶμαι καὶ συγγνώμης δίκαιος ἂν εἶναι, εἴ τι τῶν δεόντων ἀγνοήσας παρέλιπον. καὶ τίνος γὰρ ἄλλου γε δεῖ, ὅπου μὴ προαίρεσιν, τὴν δ’ ἄγνοιαν ἀφορμὴν ἴσχε τὸ πταῖσμα συμβῆναι; ἀλλ’ ᾔδεις αὐτός. καὶ τί τοῦτό γε πρὸς ἐμέ, ὅταν μὴ καλέ- σας εἰρήκεις· ὦ παῖ, βουλομένῳ σοι τὴν νόσον ἀποσοβῆσαι τὰ καὶ τὰ ποιητέα ἔσται καὶ τάδε μή; κἂν μὴ αὐτίκα, ὧς ἐκέλευες, ἔδρων, ἀλλ’ ὦλιγώ- ρουν καὶ παρέτρεχον ὅλως ἢ ἐσπούδαζον μὲν περὶ σέ, οὐχ ὡς σὺ δὲ προσέταξας, οὐ μόνον εἰς τουτονί, ἀλλὰ καὶ εἰς τὸν περὶ ψυχῆς ἀγῶνα προσῆκεν ἐγκαταστῆσαι. ἀλλ’ οὐδὲ σοὶ γνώριμον ἦν οὐδὲν πλὴν τῆς νό- σου. οὐδ’ ἐμοί, πάτερ. ἰατροὶ δ’ ἐρωτώμενοι πάντ’ ἔλεγον πλὴν ὑγείας. οὕτως ἦν ἁπανταχόθεν ἐνστᾶσα ἡ ἀπορία. πρὸς ταῦτα τί ἐχρῆν οὕτως ὄντος ἐν ὀφθαλμοῖς τοῦ κινδύνου βλέπειν πρὸς τὰ κιβώτια καὶ τὸν ἐν αὐτοῖς ἀντὶ τοῦ γεγεννηκότος περιέπειν χρυσόν; χάριεν ἂν ἦν καὶ πρέπον τῶν σῶν ὑπὲρ τοῦ παιδὸς πόνων, κα- λῶς δὲ καὶ ἡμῖν ἀπεδόθη ἂν πρὸς σὲ τὰ τροφεῖα καὶ τῶν ἐλπίδων οὐκ ἔλαττον.

εἴθε γε ἦν, πάτερ, ἀσπί- [*](4 σύπερ L 10 νοῦν L | τυχεῖν post συγγνώμης excidisse videtur 14 αὐτό L 27 cf. Soph. Ai. 534)

170
δα λαβεῖν καὶ ἀκόντιον καὶ στῆναι κατὰ τῆς νόσου. ἦ γὰρ ἂν εἶδες οὐκ ἔξω βέλους τὸν παῖδα οὐδ’ ἀπο- κνοῦντα τὴν μάχην, ἀλλὰ καὶ μάλα ἑαυτὸν εἰς τὸ τοῦ ἀγῶνος ὠθοῦντα μεσαίτατον καὶ δυεῖν θάτερον πρόθυ- μον, ἢ ὡς πορρωτάτω κινδύνου ἐκθεῖναι καὶ] σὲ ἢ καὶ αὐτὸν αὐτοῦ που πεσόντα καθυπαχθῆναι τῇ περιστά- σει, καὶ ἦν ἂν ἐκεῖνος θανάτων πάντων λαμπρότερός τε καὶ δικαιότερος. νυνὶ δ’ οὔθ’ οὕτως ἦν οὔτ’ ἄλλως ὑπὲρ σοῦ ἀγωνίσασθαι. διὸ καὶ παραχρῆμα πρὸς τὸ θεῖον ἀπεῖδον κἀκεῖθεν ᾔτησα τὴν ἐπικουρίαν. τὸ δ’ ἀξίως ἑαυτοῦ ἐτάχυνε σπεῦσαν καὶ τὴν ἰσχὺν ὧς ἄριστα ἐπεδείξατο.

ἀνθ’ ὧν μικρὸν μὲν ἡμεῖς ἀπέδομεν μείζονος δεῖγμα εὐγνωμοσύνης, ὀφείλεται δὲ τὸ πλέον ἀεί, κἂν πᾶσαν δὲ ἀνάθημα τὴν περι- οὐσίαν ποιήσωμεν, χρεώστας αὑτοὺς καὶ ἔτι ἡγεῖσθαι προσῆκον. μὴ γοῦν ἀντὶ τοῦ τιμᾶν ἐθέλειν ἡμέραν Ἐλευθερίου καὶ πανηγυρίζειν Σωτήρια συμφορὰν τὸ πρᾶγμα ἡγοῦ καὶ πένθους πλήρου τὸν οἶκον. πληρώ- σεις δὲ πάντως ἀποκηρύττων ἐμέ. ἀλλ’, ὡς ἔοικε, τὸ περὶ σοῦ πένθος ἐγὼ μὲν ὁ παῖς κατέπαυσα, σὺ δ’ ἀντεγεῖραι σπεύδεις τὸ τοῦ παιδὸς μηδεμίαν καὶ ταῦτα ἔχων αἰτίαν ἐπενεγκεῖν ἢ ὅτι τὸ σὸν ὑπὲρ σοῦ καλῶς διῳκήκαμεν.

καὶ μὴν τούτου γε χάριν θαυμάζοι ἄν τις δικαίως, ὅτι καὶ μέγα τὸ γεγονὸς καὶ ὄντως θαυμάσιον, παῖδα μὲν ὄντα, πλὴν οὐδὲν ὑπὸ τῆς ἡλικίας περιτραπέντα μηδὲ βλέψαντα εἰς οἷα τοὺς νέους εἰκός, νοῆσαι μὲν οὕτω περὶ τοῦ πατρός, ἀνα- λῶσαι δὲ φιλοτιμότατα καὶ κρείττω δεῖξαι θανάτου. νῦν ἀπιέναι σε πέπρωτο καὶ παράτασις τῶν τῆς ζωῆς [*](2 ἢ V 5 καὶ(1) cancellavi 14 πλεῖον V 15 αὑτοὺς scripsi αὐτοὺς LV)

171
δρῶν οὐκ ἦν, ἀλλ’ ἐξωνησάμην αὐτὸς καὶ τῷ μέτρῳ προσέθηκα οὐ τῷ ταλάντῳ μόνῳ χρησάμενος, ἀλλὰ καὶ τοῖς δάκρυσι τοῖς ἐμοῖς. ταῦτα δὲ δίκαια πάντως καὶ νενομοθετημένα τῇ φύσει. ἐκείνης νόμος τὸ δεῖν παῖ- δας ὄντας τῶν γεννησάντων φροντίζειν καὶ χάριν ἀπονέμειν ἅπασαν ὅση δυνατή.

οὐκοῦν ὑπήκουσα τῷ νόμῳ καὶ τὴν χάριν ἀπέδων οὐ τροφὴν ὀρέξας, οὐκ ἐσθῆτα δούς, οὐκ ἄλλο τι τῶν μικρῶν κἀκ τοῦ ῥᾴστου ποριζομένων, τὴν δὲ ζωὴν αὐτήν, τὸ τιμιώτατον ἀνθρώπῳ κτῆμα καὶ τελεώτατον, ὑπὲρ οὗ ἅπας πόνος αὐτῷ καὶ πᾶσα ἐπίνοια. ὅτι δὲ δι’ ἀναλωμάτων, οὐδὲν μέγα. οὕτως ἐξῆν. ἄλλως οὐκ ἐνῆν, ἐπεί τοί γε οὔσης καὶ ἄλλης παρὰ ταύτην πείρας ἑτοιμοτέρας ὥστε τινὰ μετιέναι τὴν σωτηρίαν πῶς ἂν ἐγὼ παριδὼν τὴν ῥᾴστην ὁδὸν ἔμελλον ἄλλην τραπῆναι καὶ τοσαύτην ἀφαίρεσιν ποιῆσαι ὧν ἐγὼ μετ’ οὐ πολὺ κληρονόμος χρημάτων; οὐκ εἰκὸς τοῦτό γε. οὐχ οὕτως ἐγὼ φρενῶν ἐνδεὴς καὶ τῆς σῆς φύσεως ἀπολειπόμενος, ἀλλ’ ὅ μοι δοκεῖ, ἐρῶ πρὸς ὑμᾶς, 03 ἄνδρες, μηδὲν ἐνδοιάσας.

ὅτι μὲν οὑμὸς πατὴρ αὖθις ζῇ τὸν κίνδυνον ὑπερ- σχών, σφόδρα γέγηθεν· ὅτι δὲ μετ’ ἀναλωμάτων, τοῦτ’ αὐτῷ ὑφαιρεῖται τῆς ἡδονῆς. καὶ πολὺ πλέον, ὥς φησιν, ἡ μετὰ δαπάνης θράττει ζωὴ θανάτου κε- χωρισμένου τοιούτων. εἶποι δ’ ἄν τις πρὸς τὸν πατέρα ὑπολαβών· ὦ χρηστέ, καὶ τί σοι τῶν μικρῶν ἢ τῶν μειζόνων ὅπερ μὴ ἀναλώσαντες μηδὲ πονή- σαντες μηδέ τι τῶν οἴκοθεν ἀποβαλόντες ἄνδρω- ποι κτώμεθα; ὁρᾷς τοὺς γεωργοὺς οἱ θέρους καὶ χειμῶνος περὶ τὰς ἀρούρας πονοῦσιν; ὁρᾷς [*](7 τῶν νόμων V 8 τουράστου L 16 μετουπολὺ V 20 οὑμὸς LV)

172
τοὺς εἰς τὰ χαλκεῖα πονοῦντας νυκτὸς καὶ ἡμέ- ρας, τοὺς σκυτεῖς, τοὺς κναφεῖς, τοὺς τέκτο- νας, τοὺς ἄλλους; τί σοι τὸ τούτων δοκεῖ; ἢ ἔνα τούτους παρέλθω σφόδρα γε ὄντος ἐκδή- λοῦ τοῦ κατ’ αὐτούς, ἐκ δὲ τῶν σοὶ γνωρίμων τὸν λόγον ποιήσωμαι, οἱ πλουτοῦντες ὑμεῖς ἔχεις εἰπεῖν ὡς πόνων ἄτερ καὶ τοῦ ἀναλῶσαι τοὺς μακροὺς περιβέβλησθε πλούτους; ἀλλ’ οὐκ ἂν εἴποις. ἢ ἀνάγκη περιφανῶς ἐναντία φάσκειν σαυτῷ, καὶ γὰρ ἔφησθά που, ὅταν εἰς τὸ σὸν ἔλεγες, τὰ χρήματα ταῦτα, οὐχ ὡς ἔτυχεν οὐδ’ ἐκ τοῦ προχείρου, ἀλλὰ πολλῶν τῶν χρόνων πολλὰ πονήσαντα κτήσασθαι.

καὶ ἀληθῶς γε, πάτερ. καὶ οὐκ ἔσθ’ ὃς οὐ συνθήσεται ὡς τούτου κρατοῦντος ἁπανταχοῦ τοῦ μηδὲν εἶναι προῖκα λαμ- βάνειν, ἀλλ’ ἀντικαταλλάττειν ἀεὶ ἕτερ’ ἀνθ’ ἑτέρων διδόντας. εἰ δὲ τοῦθ’ ἁπανταχοῦ κύριον, τί τὰ μικρὰ λογίζῃ ἔχων ἀντ’ ἐκείνων σαυτὸν καὶ ἀφεὶς εὐφραί- νεσθαι τῆς σωτηρίας ἀσχάλλεις διὰ τὸν ἀπιόντα χρυ- σὸν οὐδὲν ὄντα πρὸς ἅπερ ἔχεις κερδάνας;

60. Ναί, φησίν, ἀλλ’ ἐχρῆν κἀμοὶ κοινωσάμε- νον καὶ τὴν ἐμαυτοῦ γνώμην λαβόντα οὕτω πρὸς τήνδε τὴν πεῖραν χωρῆσαι. νυνὶ δὲ οἴ- κοθεν ἐν τοῖς ἐμοῖς τὸ τοσοῦτον εἰργασμένος ἐστίν. ἐχρῆν ἀληθῶς, ὦ πάτερ, καὶ ἔγωγε κατὰ ταῦτα συντίθεμαι. πλὴν οὐκ ἦν ἄδεια ἀκμάζοντος τοῦ κα- κοῦ κἀπὶ μικρῶν τινων σαλευούσης σοι τῆς ζωῆς. οὐδ’ ἐφεῖτο προσιοῦσιν ἡμῖν λόγον περὶ τῆς χρείας [*](12 cf. p. 131, 21 sq.) [*](12 τουπροχείρου L 15 ἁπάντων L 23 νῦν V 24 τὸ τοσοῦτον ἐν τοῖς ἐμοῖς V)

173
κινεῖν. ἀλλὰ τότε καὶ λόγος ἐκ σοῦ ὥσπερ ἀποδημῶν ἦν καὶ αἰσθήσεως δύν·αμις, πνεῦμα δὲ ἦν πλὴν ἀμυ- δρόν τι δόκησιν παρέχον καὶ τοῦτο ὅσον οὔπω ἀπο- λιπεῖν.