Declamatio 34

Libanius

Libanius, Declamatio 34, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

καὶ ἔνα παρεὶς τὰ ἐν μέσῳ ὅσα τ’ ἔδρασεν ὅσα τ’ ἔλεξε τῷ μὴ βού- λεσθαι τὴν ἡμῶν αὐτῶν δημοσιεύειν αἰσχύνην ἐπὶ τὸ πέρας ἔλθω τῶν ἡμετέρων, τέλος ἀπόστειχε, φησίν, ὦ ’γαθέ, τῆς οἰκίας τῆς ἐμαυτοῦ καὶ πολλῶν οὐσῶν ἃς ἄν τις πορεύεσθαι ἕλοιτο καὶ αὐτὸς ἣν ἂν ἐθέλῃς πορεύου, ὡς ἂν μεταμάθῃς σω- φρονέστερον εὔχεσθαι καὶ μὴ σφόδρα ζηλοῦν καλεῖσθαι φιλότιμος, παῖς δὲ ἄλλου μὲν ἴσως κεκλήσῃ ἢ ἀγνοοῦντος τὴν σὴν λώβην ἢ σαφῶς μαινομένου, ἐμὸς δὲ οὔκουν οὐδ’ ἐν προσφθέγ- ματι.

ταῦτ’ εἶπε καὶ ταῦτ’ ἔδρασε διασχὼν οὐδὲ τὸ βραχύτατον, ἀλλ’ ὧς τάχιστα | τοῖς ῥήμασι [*](p. 8 pr) τοῦ θυμοῦ καὶ τὴν πρᾶξιν ἐπενεγκών. ὅμως δὲ βουλό- μενος μὴ ἄδικα ποιῶν ἀκοῦσαι μηδέ τιν’ αὐτῷ μετὰ ταῦτα προφέρειν τὸ αὐτεξούσιον ὧδ’ ἀναβιβάσας με πρότερον αἰτεῖ παὶ ὑμᾶς ἐπαινέτας τε φανῆναι τῆς γνώμης καὶ συγκατασκευάσαι τὴν ἀποκήρυξιν. ὅτι δὲ ταῦτα παρὰ τὴν τοῦ δικαίου φύσιν καὶ οὐδ’ ἔχει λό- [*](9 ἐξεκύμῃνε L ἐξεκύμηνεν pr 10 ἔλεγε pr 12 ἀπό- στειχε scripsi ἀπόστιχε LVpr 14 ὁδῶν coni Kurtz at cf. p. 160, 27 19 οὐτ’ pr | προσφθέγμασιν pr 24 μεταταῦτα LV | ὦ δ᾿ V)

152
γον αὐτῷ τὰ ἐγκλήματα, εἴ τινα, ὅπου γε καὶ ἐπαι- νεῖν καὶ μεγάλας εἰδέναι τὰς χάριτας εἰκὸς ἦν, ἄνευ τοῦ καὶ πλήθει λόγων ἐθέλειν χρήσασθαι δοκῶ μοι διδάξειν.

23. Οὐδέν, πάτερ, δεινὸν σύνοιδα ἐμαυτῷ οὔτε σὲ οὔτε τι τῶν σῶν εἰργασμένῳ, ὅτι μὴ καὶ μᾶλλον ἐπι- κουρήσας ἐν τοῖς ἀναγκαίοις εἰμί. σὺ δ’ οὐδὲν τοῦθ’ ἡγῇ οὐδὲ φὴς ὡς καὶ σμικροῦ τινος ἄξιον λογίζεσθαι πρέπει, ἀποκηρύττεις δ’ ὥς τινα τῶν κακούργων καὶ ξένον ποιεῖς τὸν σαυτοῦ ἄνω καὶ κάτω τὸ τάλαντον προβαλλόμενος. καὶ γὰρ ἅπαντα ῥήματα, ὦ ἄνδρες, εἰς τοῦτ’ αὐτὸ περιστρέφεται. καὶ τί φησι; τάλαντον, ὦ μιαρέ, οὐ γὰρ ἔτι παῖδα καλεῖν ἀξιοῖ με—τάλαν- τον τῶν ἐμῶν ἀναλώσας ἔχεις, τάλαντον, ὦ Ἑρμῆ καὶ Ζεῦ Κτήσιε καὶ εἴ τις θεῶν ἕτερος χρημάτων καὶ κέρδους προστάτης. εἶτα παῖς μετὰ ταῦτ’ ἐμὸς σὺ κεκλήσῃ καὶ διάδοχος τῶν ἐμῶν τοσούτου τὴν ἐμὴν περικόψας οὐσίαν;

ὅτι μὲν οὖν σὸν ἦν τἀργύριον κἀγὼ ἀναλώσας εἰμί, οὐκ ἔστιν ἀρνήσασθαι, πάτερ. σαφὲς γὰρ τοῦτό γε καὶ ἡμεῖς τοσοῦτον πρὸς πάντας βοῶμεν ὧς καὶ δοκεῖν ἐμπομπεύειν τῇ πράξει καὶ ὡς ὑπὲρ μεγάλων τινῶν ἔργων μέγα καὶ αὐτοὺς φρονοῦντας ἐγκαλλω- πίζεσθαι. πλὴν οὐ μέχρι τούτου δεῖ στῆναι τοῖς λο- γισμοῖς οὐδ’ ὧς ἀνάλωται μόνον σκοπεῖν, ἀλλὰ καὶ προσθεῖναι λογιζόμενον, ὑπὲρ τίνος καὶ μεθ’ ἧστινος [*](15 cf. p. 20, 7) [*](1 εἴ τινα scripsi ἤ τινα Lpr ἢ τίνα V 10 τὸν scripsi auctore Kurtzio τῶν LVpr 12 φησιν pr 14 τάλαντον(2) — 16 προστάτης om V 17 μεταταῦτ’ LV 18 τοσούτῳ?) [*](26 ὑπέρ τινος L)

153
τῆς αἰτίας. οὕτω γὰρ ἅπαν ἔργον, κἂν μικρὸν εἴπῃς κἂν μεῖζον, ἀνθρώποις ἔδοξεν ἐξετάζειν οὐ ψιλὸν αὐτὸ καθ’ αὑτὸ θεωροῦσιν, ἀλλὰ καὶ τὰς ἀφορμὰς σκοπου- μένοις, αἰ τὴν ἀρχὴν πρὸς γένεσιν ἐκίνησαν ἕκαστον.

οἷον ὅδε τὸν δεῖνα κακῶς εἶπεν. οὐ καθυπάγεται τιμωρίᾳ, πρῶτος γὰρ ἤκουσε παρ’ ἐκείνου κακῶς. ἀπέθανε δὲ πάλιν ὅδε πληγεὶς παρὰ τοῦδε. ἄξιά γε τῶν ἔργων παθών, ἐπίβουλος γὰρ ἦν τῆς οἰκίας καὶ τῶν τιμιωτάτων αὐτῷ. τὸν δεῖνα ὁ δῆμος ἀπέκτεινε. καλῶς, προδότης γὰρ ἦν καὶ λαμβάνων κατὰ τῆς πό- λέως. οὕτως ἀπανταχοῦ ἐξετάζοντας συμπαραλαμβάνειν καὶ τὰς αἰτίας προσήκει, μεθ’ ὧν ἕκαστα πέπρακται. καὶ σὺ τοίνυν μεμαθηκὼς ὑπὲρ σοῦ τἀργύριον ἀπιέναι, ὅπως γε ὑγιαίνοις, ἢ μᾶλλον εἰπεῖν, ὅπως τὸ δεύτερον ζῴης, περὶ γὰρ θανάτου καὶ ζωῆς ἐξητάζου, οὐχ ὑγείας καὶ νόσου, σκόπει εἰ μή σοι εἰς δέον ἀναλῶσθαι δοκεῖ.

26. εἰ μὲν οὖν ἔχει τις ἄλλην παρ’ ἣν αὐτὸς τίθημι πρόφασιν τῶνδε τῶν ἀναλωμάτων εἰπεῖν, δέον μὴ ταύ- την, ἀλλὰ καὶ μείζω πολλῷ, εἴπερ οἷόν τ’ ἦν, κατα- δίκην ἐπενεγκεῖν· οὐχ εὑρισκομένης δὲ μηδαμῶς αἰτίας παρὰ τὴν εἰρημένην τί τις ἂν τὸν ἀναίτιον αἰτιῷτο; μάλιστα μὲν οὖν καὶ πολλῶν ἦν δίκαιος τῶν ἐπαίνων ἀπολαύειν ἀνθ’ ὧν ἔδρασα, εἰ δὲ μὴ τούτων, τὸ γοῦν μὴ ἀκούειν κακῶς μηδ’ ἐγκαλεῖσθαι ἔδει προσεῖναι. νυνὶ δὲ σὺ πάντ’ ἀφεὶς ἀποκηρύττεις ἐμὲ καὶ ταῦτα μηδαμόθεν τοῦ δικαίου ὁρμώμενος. οὐ γὰρ ἀσωτίᾳ προσκείμενος οὐδ’ ἡδοναῖς δουλεύων οὐδ’ ὀρέξεις ἀπο- πιμπλὰς ἐμαυτοῦ, οὐ συμπόσιον συγκροτῶν οὐδὲ συν- [*](8 καὶ insenii e V om Lpr 14 γε scripsi τὲ L τε V pr 15 ζῴης scripsi ζῆς LVpr Id καταδίκην pr 21 τὴν εἰρημένην scripsi τὰς εἰρημένας LVpr)

154
ἀθροίζων χορὸν μεθυόντων ἐλάττονά σοι τὰ χρήματα ἔδειξα, σώφρων γὰρ περιφανῶς ἐγὼ καὶ τῶν τοιούτω ὅσον πλεῖστον ἀφεστηκώς, εἰς δὲ τὸ σὸν σπεύδων ὅπως ἀνενεγκὼν ῥοπῇ κρείττονι τύχῃς τῆς σωτηρίας.

27. εἶτα μετὰ τῶν κακούργων ἡγήσῃ τὸν οὕτως ἐν τοῖς καλοῖς διαπρέψαντα; καὶ πῶς οὐ ποιῶν δόξεις ταὐτὸν τοῖς, ἀλλ’ οὐκ ἔχω τίσιν εἰπεῖν πλὴν τοῖς ὑπ’ ἀναισθησίας καὶ ἀδικίαν καὶ δικαιοσύνην κολάζουσι καὶ σωφροσύνην ἀπ·οστρεφομένοις καὶ ἀκρασίαν καὶ τὴν αὐτὴν οὐ περὶ τῶν αὐτῶν ἔχουσι δόξαν; εἰ δ’ ἄσεμνος ὁ λόγος καὶ ἥκιστα προσήκων εἰρῆσθαι πρὸς σέ, κἀγὼ μὲν ὁμολογῶ, πλὴν σαυτῷ μέμφεσθαι καὶ τοῖς σοῖς ἔργοις νόμιζε δεῖν, ἅ γε καὶ τοὺς ἐμοὺς λό- γους εὑρίσκεται. εἰ γὰρ μὴ τὸν εὐεργέτην κακῶς λέγων ἠξίους τοῖς δυσμενέσιν ἐγκαταλέγειν, οὐκ ἂν παρε- βιάσθην μέχρι τοιούτου προελθεῖν παραδείγματος. τί δέ, κἂν ἐγὼ μὴ λέγω, κἂν ἄλλος τις τῶν ἀπάντων, οὐκ οἴει καὶ τούτους ὀρθῆς γνώμης ὄντας κυρίους σιγῇ καθ’ ἑαυτοὺς παραπλήσια τοῖς εἰρημένοις λογί- ζεσθαι περὶ σοῦ;

βούλει λέγων ἄριστα καὶ πράττων φανῆναι. ἡγείσθω σοι λογισμὸς πρὸ πάντων ἔργων καὶ λόγων, καὶ μέμψεως χώραν δώσεις μηδέποτε μηδενί. ὁποῖον ἐχρῆν κἀν τοῖς λόγοις τούτοις φυλάττειν τοῖς κατ’ ἐμοῦ, πρῶτα μὲν ἀναλογίσασθαι πρὸς ἑαυτόν, ποῦ ποτε τῶν δεινῶν ἦσθα, ἢ μὴ δυνάμενον οἴκοθεν συνιδεῖν, ἐρέσθαι τοὺς ἄλλους καὶ παρ’ αὐτῶν δι- δαχθῆναι ὧς ἐκινδύνευες μηκέτ’ εἶναι, κεῖσθαι μετὰ τῶν ἐν Ἅιδου, ἀπολιπεῖν οὐ μόνον τὰ φίλα ταυτὶ χρή- ματα, ἀλλὰ καὶ εἴ τι χάριεν σὺν αὐτοῖς τὸν ἀνθρώπι- [*](4 voce σωτηρίας des pr 8 ἀναισθησίαν V 11 προσῆ- κον V 13 ἄτε L 26 ἐρέσθαι V)

155
νον ὁρᾷς ἔχοντα βίον, προσμαθεῖν δὲ καὶ ὅστις ποτ’ ἀνθρώπων ἢ θεῶν ὁ σεσωκὼς ἦν τοῦ τοσούτου κινδύνου, καὶ μεμαθηκότα χάριν εἰδέναι τῆς σωτηρίας τοσοῦτον ἀφιστάμενον δυσμεναίνειν ἐκείνῳ, ὁπόσον δὴ λειπόμεθα καὶ τοὺς εἰς τὴν ζωὴν ἡμῶν ἐπιβουλεύοντας ἐπαινεῖν.

Ἀλλ’ ἴσως τὸ μέν σοι μέγεθος τοῦ κινδύ- νου οὐκ ἄγνωστον εἶναι φής, ἀλλὰ σαφῶς οἶδας καὶ τοῦ διδάξοντος οὐ προσδέῃ, ἀμφιβάλλεις δὲ περὶ τῆς σωτηρίας καὶ ὅστις σοι ταύτης ὑπῆρξε παραίτιος. οὐκ αὐτόματός σοι, πάτερ, ἐγένετο οὐδ’ ἔκ τινος τύχης, ὡς ἂν οἰηθείης, ἀλλὰ θεὸς μὲν τὰ πρῶτα ἀντιλαβόμενος ἔσωσε, μετὰ δὲ ταῦτα καὶ ὅσον εἰς ἀνθρώπους ἧκεν, ἐγώ. καὶ τίνι γὰρ ἑτέρῳ ἀντ’ ἐμοῦ τοῦτο προσῆκεν; ἔσωσα δέ σε, ὥσπερ τοὺς εἰς θάνατον ἀπαγομένους οἱ τῶν ἀνθρώπων φιλανθρωπότεροι, ταλάντου ἐξωνησά- μένος καὶ τὰ σῶστρα καταβαλόμενος τῆς ζωῆς. ἐρρυ- σάμην πολλῇ τῇ σπουδῇ. τί δὲ οὐκ ἔμελλον δοὺς τὰ σά, ὅπου γε κἀκ τῶν ἰδίων ὑπὲρ φίλου κινδυνεύοντος μὴ τοῦτο δρᾶσαι λίαν ἀπάνθρωπον, ὥσπερ αὖ δικαίας γνώ- μης τεκμήριον καὶ ἀνθρωπίνης ὄντως τὸ ταῖς ἀνάγκαις τῶν φίλων ὑπηρετεῖν; καὶ μὴν οὐκ ἐξ ἴσου πατέρας τε καὶ φίλους τιθέμεθα οὐδὲ τῶν αὐτῶν ἀξιοῦμεν, ἀλλὰ τοῖς μὲν τὰ δέοντα χαριζόμεθα, πατράσι δὲ καὶ κατ’ ἀνάγκην δουλούμεθα τοσούτῳ μᾶλλον πρὸς αὐ- τοὺς βλέποντες, ὅσῳ τὸν τῆς φύσεως δεσμὸν τοῦ κατὰ προαίρεσιν μᾶλλον ἄρρηκτον ἴσμεν καὶ ἰσχυρότερον.

30. καὶ τί δὴ λέγω τοῦτο ὡς μέγα τι καὶ σφόδρα ὂν πρὸς ἡμῶν τὸ δεῖν φίλους ὄντας πάντα τρόπον ὑπὲρ [*](3 τοσούτου V 6 μέν σοι scripsi e V μέντοι L 8 ἀμ- φιβάλλη V 11 οἰηθείης scripsi οἰηθῇς LV | ταπρῶτα LV) [*](15 τάλαντον L 16 καταβαλλόμενος LV 21 ἐξίσου LV) [*](23 καὶ om L)

156
φίλων πονεῖν, ὅταν καὶ μυρίους ἄν τις καταλέγειν ἔχῃ καὶ ὡς παράδειγμα φέρειν τῷ λόγῳ πλειστάκις ἐκ τῶν οἴκοθεν χρημάτων αἰχμαλώτους πριαμένους, κατα- δίκους πριαμένους καὶ ἄλλως κτείνεσθαι μέλλοντας, τοὺς μὲν φιλανθρωπίας ἕνεκα καὶ τοῦ μὴ δεῖν ἀνθρώ- πους ὄντας ἄνθρωπον παριδεῖν ἀπολλύμενον, κἂν μὴ προσήκων ᾖ γένει, κἂν ἐξ ἐσχάτων βαρβάρων, τοῦτο δὲ μόνον ἄνθρωπος, τοὺς δὲ καὶ φιλοτιμίας ἕνεκεν, ἀμφοτέρους δὲ πάντως τοῦ περὶ ἐλάττονος ἅπαντα πλοῦτον ἡγεῖσθαι τῆς ἀνθρώπων ζωῆς;

τοῦτον τοίνυν τὸν τρόπον τῶν ἀνθρωπίνων πάντων ἐχόντων καὶ μεγάλου τοῦ τῆς φιλανθρωπίας νόμου κηρυττο- μένου ἀπανταχοῦ ἔδει μόνους ἀνυποτάκτους εἶναι ἡμᾶς καὶ τὰ μὲν χρήματα περιέπειν, σοῦ δ’ ἀμελεῖν οὑτωσὶ φερομένου; καὶ τίς ἄν με τῶν μικρῶν ἢ τῶν μειζόνων συγγνώμης ἠξίωσε, μᾶλλον δέ, τίς ἂν ἀπέστη τοῦ μὴ κακῶς λέγειν τὸν προδότην τοῦ γένους, τὸν ἀγνώμονα, τὸν τῆς φύσεως ἀλιτήριον, ὅς κινδυ- νεύοντος τοῦ πατρὸς καὶ ἀργυρίου συχνοῦ οἴ- κοι κειμένου δέον πάντα προιέναι ὑπὲρ τῆς ζωῆς, ὁ δὲ οὐδ’ οἶα κἂν οἶ δυσμενέστατοι ἔδρα- σεν, οὐκ ἐπεστράφη νοσοῦντος, οὐκ ἐπεκού- ρησεν ἐκ τῶν δυνατῶν, οὐδὲν συνόλως ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἐπραγματεύσατο;

32. Πῶς δὲ οὐχὶ σὺ πρὸ τῶν ἄλλων ἐπήνεγκάς μοι τὰ χαλεπώτατα; εἰ γὰρ νυνὶ σωθεὶς δι’ ἐμοῦ, λε- γέσθω γάρ, οὐκ ἀνίης αἰτιώμενος καὶ τοῖς ἐπιβούλοις συντάττων, τί ἂν ἔδρας μὴ τοιαύτην γνοὺς εἰσενη- νεγμένην τὴν προθυμίαν; ἐπῄνεις; οὐκ ἔνι δέχεσθαι [*](25 cf. p. 173, 20) [*](6 ὄντα V 16 ἠξίωσεν V 28 εἰσενηνεγμένον V)

157
τὸν λόγον ὡς ἀληθῆ. ἢ πῶς ἂν τὸν περιφρονητήν; οὐ γὰρ ἔχει φύσιν τὸ πρᾶγμα οὐδ’ ἄν τῳ δόξει ποτὲ πιστὸν εἶναι, ἐπειδήπερ ὀλιγωρία καὶ περιφρόνησις λύπην μὲν γεννᾶν καὶ θυμὸν ἐξάπτειν πεφύκασιν, οὐχὶ δὲ πρὸς ἀγάπην οὐδὲ πρὸς ἔπαινον τοῦ κατωλι- γωρηκότος διερεθίζειν, καὶ ὅσῳ θατέρῳ τῶν ἐναν- τίων εἰς τὸ εἶναι συμβάλλειν ἴσμεν, τοσούτῳ καὶ θα- τέρῳ εἰς τὸ μὴ εἶναι γινώσκομεν. οἷον τί δὴ λέγω; φίλος ἔστι σοι. περιεφρόνησας ἐκεῖνον καὶ παρεῖδες, ὁ δὲ ᾔσθετο. ἐλυπήθη πρῶτον. εἶτ’ ἐχαλέπηνε καὶ πρὸς ὀργὴν ἀνήφθη. ἀλλ’ οὐ περιεφρόνησας, ἐπεστράφης δὲ πλέον τῆς συνηθείας. ὁ δὲ μᾶλλον ἠγάπησε καὶ τοῖς σοῖς ἐπαίνοις προσέθηκε.

διὰ ταῦτα οὐκ ᾤμην ὀλιγωρῆσαι οὐδ’ εἰπεῖν ἐν ἐμαυτῷ· κάμνει καὶ τί τοῦτο καινόν; καμνέτω. ἄνθρωπός ἐστι καὶ τὸ πάθος ἀνθρώπινον. οἶδε τὴν νόσον τὸ γένος. καὶ οὐ ξένον τοῦτο τῇ φύσει οὐδὲ προσφάτως ἐπιδημῆσαν τῷ βίῳ. οὕτω καὶ τοὐμοῦ πατρὸς ὁ πατὴρ καὶ ὁ ἐκείνου πατὴρ κἀγὼ καὶ πάντες ἄνθρωποι πορευσόμεθα. ἀλλὰ τὰ τοιαῦτα λογί- ζεσθαι παντὶ μᾶλλον οἰηθεὶς πρέπειν ἤπερ ἐμοὶ καὶ ἄμα ἢν τὰ συγγενῆ τῶν ἀλόγων ζώων πρὸς ἄλληλα στοργὴν ἐπιδείκνυται ἡμετέραν νουθεσίαν ὑπειληφὼς καὶ πρὸς τὸ συγγενὲς ἀστοργότερον ἐκείνων διατεθῆ- ναι μὴ ἐνεγκών, ἦ γὰρ ἂν ἦμεν εἰς ὄνειδος τῷ ἀνθρω- πίνῳ φύλῳ παντὶ ὡς καὶ τῶν ἀλόγων αὐτῶν ἀλο- γώτεροι, οὐκ ἀνῆκα οὐδ’ ἐνέδων τῇ προθυμίᾳ τοῦ μὴ πάντα μετιόντα πολλῇ τῇ σπουδῇ πᾶσαν πεῖραν εἰσ- [*](2 ἄν τῷ L ἄν τὼ V | δόξη LV 10 ἐχαλέπηνε L 11 ἐπιστραφὴς L 13 διαταῦτα LV 21 εἴπερ V 25 rj V sed ~ e ' corr)

158
φέρειν ὥστε σε καὶ αὖθις συναριθμεῖσθαι τοῖς ζῶσι κἀν τῷ βίῳ περινοστεῖν. καὶ περινοστεῖς ἐκ τούτου εὖ ἔχων καὶ ἐρρωμένος ὑψοῦ τοῦ κινδύνου γενόμενος.

34. σὺ δ’ ἀντὶ τούτων πάντων δέον μετὰ τῆς ψυχῆς ἀγαπᾶν χαλεπαίνεις ἐμοὶ καὶ βαρέως διάκεισαι ὡς οὐδ’ ἂν πρός τινα τῶν ἐχθρῶν. καὶ οὐκ ἄν μοι δοκεῖς ὀργίλως οὕτω ποτὲ οὔτε πολεμίῳ προσβλέψαι οὔτε Ιοργόνος ἰδεῖν κεφαλὴν ἀηδῶς, ὡς νῦν ὁρᾷς πρὸς τὸν φίλτατον καὶ ὅτι μὴ θᾶττον μακράν σου καὶ τῆς πό- λεῖος γίνομαι, ἀφόρητον ἡγῇ καὶ θανάτου μακρῷ χαλεπώτερον. καίτοι τότ’ ἐχρῆν δεικνύναι ταύτην τὴν ἰταμότητα, καὶ ἦν ἄν κατὰ λόγον προβαῖνον τὸ πρᾶγμα. πότε δὲ λέγεις; ὅτε εἰ σὺ μὲν ἔκαμνες, ἐγὼ δὲ οὐκ ἐπεστρεφόμην, ἐκινδύνευες, ἐγὼ δ’ ἐλογιζόμην ὁπόσα μοι αὐτίκα μάλα καταλελείψεται χρήματα, ἐγγὺς ἦσθα θανάτου, ἐγὼ δὲ ἀφροντίστως παρέτρεχον οὐδὲν οὐ- δαμῶς τῆς ὀφειλομένης εὐνοίας παρέχων τεκμήριον· νῦν δὲ οὐδαμῶς, εἴπερ οἶδας εὐεργεσίαν καὶ κακουρ- γίαν τιθέναι χωρὶς καὶ τἀναντία μὴ λέγειν εἷναι ταυ- τόν, ἀμέλειαν καὶ σπουδήν, περιφρόνησιν καὶ φρον- τίδα, καὶ ὅλως εἰπεῖν κακίαν καὶ ἀρετήν, ἀλλ’ ἀνὰ μέ- ρος τὸν ἴδιον ἀπονέμεις ἑκάστῳ λόγον, ὥσπερ δήπου καὶ πάντας ἀνθρώπους οἶς καὶ ὁποσονοῦν μέτεστι γνώμης ὀρθῆς ἴσμεν ποιοῦντας περὶ τῶν πλεῖστον διεστηκότων ἀλλήλων πραγμάτων πλεῖστον διεστηκυίας καὶ τὰς γνώμας αὐτοὺς ἔχοντας.

35. Εἶτ’ ἐρεῖς αὖθις ὧς εἰς χρήματα ἐξημίωκα καὶ μικρὸν ἐκ μεγάλου τὸν σὸν πλοῦτον πεποίηκα; ἀλλ’ ἐρήσομαί σε, καὶ ὅπως μοι μὴ καὶ δεύτερον [*](2 κἀν scripsi καὶ LV 7 οὕτως V 10 πικροῦ L sed γρ μακρῶ in marg m 2 11 τότεχρῆν L 13 ὅτε om V 21 ἀναμέρος V 27 ἐζημίωκα scripsi ἐζημίωσα LV)

159
χαλεπαίνῃς βαρέως τὸν λόγον δεχόμενος. ὃ γοῦν ἐρήσο- μαι, τί διανοούμενος καὶ τί μετιὼν ὑφειλόμην τοῦ πλούτου καὶ τὴν ζημίαν ἐπήνεγκα; εἰπέ, ὦ πρὸς θεοῦ, εἰ δὲ μή, ἕτερος ἀντὶ σοῦ κληρονομείτω τοῦ λόγου, τί ὅλως δρῶν τῶν ἀπηγορευμένων εἰς ἔλαττον τὰ σὰ περιέστησα; ἵππους ὠνού- μενος, ἱπποτροφίᾳ προσκείμενος, ἀσωτεύων, κωμάζων, παρασίτους τρέφων, κόλακας ἐπαγό- μενος; ἀλλ’ οὐδεὶς ἀποκρίνεται. ἐγὼ δὲ καὶ αὐτὸς ποιήσομαι τὸν ἀπόλογον, ὦ πάτερ, καὶ μάλα γε ἀληθῆ. οὐδὲν ἄλλο γε κατὰ νοῦν στρέφων οὐδὲ πραγματευό- μενος ἢ ὅπως δεσπότης εἴης καὶ αὖθις τῶν σῶν καὶ τὴν Κυρείαν ἔχοις, ὡς κὰν τοῖς ἄνω καιροῖς.

ταῦτα ἔστιν ὑπὲρ ὧν εὐξάμην καὶ τὸ τάλαντον ἀφιέρωσα, οὐχ ὧς ἐπάξων ζημίαν, ἀλλ’ ὡς τὸ τελεώτατον ἀπάντων κερ- δῶν προξενήσων οὐδ’ ὡς λυπήσων σὲ τὸν πατέρα, ἀλλ’ ὧς μεγίστης αἴτιος εὐφροσύνης ὑπάρξων, εἴπερ τὸ ὑγιῶς ζῆν μέγιστον εἰς εὐφροσύνης ὑπόθεσιν. ἢ τίς ἄν σε, πάτερ, ἐπὶ τούτῳ δυσχερᾶναι ᾠήθη καὶ τοσ- οῦτον ὡς καὶ παρ’ ἐμοῦ δίκην ἐθέλειν λαμβάνειν, ᾧ βουλομένῳ σοι τὰ δίκαια δρᾶν οὐκ ἂν εἶχες ῥᾳδίως τὰ εἰκότα εὐχαριστεῖν;

εἰ δὲ μὴ τοσοῦτος ἐκ νό- σου ἢ τοιούτου τινὸς πάθους ἠπειλεῖτό σοι κίνδυνος, πολεμίους δὲ συνέβη λαβόντας ἔκ τινος τύχης, οἶα πολλὰ κατ’ ἀνθρώπους συμβαίνει, εἰς δουλείαν ἀπά- γειν, ἆρ’ οὖν ἠξίους ἐμὲ ἐλεύθερον μὲν περιόντα, χρημάτων δὲ κύριον ὑπάρχοντα καὶ πλοῦτον περιβε- βλημένον μακρὸν μηδὲν ὑπὲρ σοῦ καὶ τῆς σῆς ἐλευθε- ρίας μηδ’ ὀβολὸν προιέναι δέει τοῦ μὴ ἐλαττῶσαι [*](12 εἴης scripsi ἦς LV 13 κἂν L 19 δυσχεραναιν L δυσχεράναι V)

160
τὰ χρήματα; οὐκ οἶμαί σε τοιαύτην ἄν ποτε ποιῆσαι ἀξίωσιν εἰς τοιάνδε τὴν τύχην συνελαθέντα, τοὐναντίον γε μὴν καὶ πάσας ἀφιέναι φωνὰς τῆς σῆς ἐλευθερίας γενέσθαι καὶ πάντα ῥήματα δυσωπῆσαι δυνάμενα λέγειν βοῶντα· μνήσθητι, ὢ καλὲ παῖ, πρώτης γεννή- σεως, τῆς εἰς τόδε τὸ φῶς παραγωγῆς, ἀνατροφῆς, σπλάγχνων πατρός, πόνων οὓς ὑπὲρ σοῦ κατε- βαλόμην πολλούς. πρόες τὰ πάντα. τίμησον τὴν φύσιν. καλή σοι φιλοτιμία κἀν τοῖς νῦν οὖσιν ἀνθρώποις κἀν τοῖς μετὰ ταῦτα, ἂν ἀφειδήσας χρημάτων ἀνακομίσῃς σαυτῷ τὸν πατέρα. ἐγώ, παῖ, τὰ κατ’ οἴκους ἐπορισάμην καὶ δι’ ἐμὲ ἀπι- όντα ἀνασωθεὶς ἀνασώσομαι. ἔτι γὰρ πονεῖν δύναμαι καὶ τῆς τέχνης ὡς δεῖ συλλέγειν οὐκ ἐπιλέλησμαι.

ταῦτ’ ἂν εἶπες, σαφῶς οἶδα, καὶ ἔτι πλείω ποριμώτερος εἰς λόγους σαυτοῦ ὑπὸ τῆς ἀνάγκης ἀναφανείς. κἂν μὲν πρόθυμον εἶδες ἐλευθε- ροῦν, πρόθυμος καὶ αὐτὸς πᾶν ὅ,τι καλὸν ἐπηύξω γενέσθαι μοι, ἂν δ’ ἀμελοῦντα καὶ πάντα μᾶλλον σκοπούμενον πράττειν ἢ σοί γε προσέχειν, ἐπηράσω δι- καίως καὶ θᾶττον τὰς Ἐριννῦς ᾔτησας ἐπιέναι μοι τιμωρούς. ὅπου δὲ τότε ταῦτ’ ἂν βεβαίως διετέλεις πράττων καὶ λέγων, ἦπου χάριεν ἂν ἦν μὴ ἐν τοῖς ὁμοίοις τὴν αὐτὴν γνώμην τηρεῖν μηδὲ παραπλήσια κρίνειν αἱρεῖσθαι)·

ὅτι δ’ ὅμοια οἷς ὑπεθέμην τὰ πεπραγμένα, πολλῇ τινι ῥᾳστώνῃ ἐξέσται σκο- πεῖν. καὶ γὰρ σὺ μὲν ᾤχου τὴν ἐπὶ θάνατον, ἐγὼ δὲ περιελειπόμην ἐνταῦθα κτῆσιν ἔχων μυρίαν καὶ χρή- [*](1 ἂν inserui omLV 3 μὲν οὖν L sed γε μὴν in marg m2 10 μεταταῦτα LV 14 τέχνης <τοῦ>? α 25 signum terrogationis posui punctum L colon V)

161
μάτα ὧν τὸν ἀριθμὸν τί δεῖ λέγειν; εἰδείης ἂν αὐτός. πλὴν οὐκ ἠγάπησα πλοῦτον μὲν ἔχειν καὶ κτήματα τόσα καὶ τόσα, τὸν πατέρα δὲ οὐδαμῶς, ἀλλ’ ἐκεῖνα μὲν προθυμότατα ἀφαιρεθῆναι ὥσπερ καὶ ἄκρων ὀνύ- χων, σοῦ δὲ μηδ’ ἐν ὀνείροις διαζευχθῆναι βούλεσθαι.

40. καὶ τί τοῦτο λέγω ὧς λίαν θαυμάσιον, ὅπου γε δεῆσαν καὶ τὴν ζωὴν ὑπὲρ σοῦ οὐκ ἂν ἀπέσχον τοῦ μὴ τάχιστα δοῦναι, μόνον εἰ σῶς αὐτὸς ἀντ’ ἐμοῦ ἔμελλες περιεῖναι τῷ βίῳ; ὅθεν καὶ μή μοι χρήματα λογίζου, μὴ περιουσίαν, μὴ κτῆσιν ἄλλην καὶ κέρδη παντοῖα καὶ ἡδονὰς ἐντεῦθεν γεγενημένας. ἀπόχρη μοι συνὼν ὁ πατὴρ ἀντὶ πάντων. μεθ’ οὗ κἂν δυστυχῶ κἂν ἐσχάτως ταλαιπωρῶ, οὐ μακρὰν εἶναι τῶν εὐδαι- μονούντων δοκῶ, ὥσπερ αὖ ἀπωρφανισμένος ἐκείνου οὐ πολὺ τῶν ἀθλίως ἐχόντων διίστασθαι, κἂν τοὺς Λυδῶν κἂν τοὺς ἀπάντων ἀνθρώπων πλουτῶ θησαυ- ρούς. οὕτως ἐγὼ τιμᾶν οἶδα γονεῖς καὶ χρῆμα τοῖς τέκνοις ἥγημαι τούτους πάντων εἶναι χρημάτων ὀφεῖ- λον ἐξῃρημένον.