Declamatio 34

Libanius

Libanius, Declamatio 34, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

οὐκ ἔδει τότε τοσαύτης ἀωρίας οὔσης προσ- ιέναι καὶ τὸν ἀναισθητοῦντα κινεῖν, οὐχὶ φωνασκεῖν ἐπικεκυφότα κατὰ τῶν ὤτων, οὐκ ἄλλως ἐνοχλεῖν, ἀφ’ οὗ προσδοκᾶν ἦν ἀκοῦσαι μηδ’ ὁτιοῦν. εἰ δὲ καὶ τὰς αἰσθήσεις ἐρρωμένας ἔχων ἤκουες μὲν ὅ τι λέγοιμι προσελθών, ἐδυσχέραινες δὲ τὸν λόγον καὶ ἰταμώτερον διετίθεσο, εἰκὸς γὰρ ταῦτα δρώσης πολλάκις τῆς νό- σου, τί προσῆκεν ἐμὲ δρᾶν ἐπὶ τούτοις; ἡσυχάσαι πρὸς τὸ ῥῆμα καὶ μηδὲν τῶν σοὶ δεδογμένων παρακινῆσαι; ἀλλ’ οὐκ ἂν ἴσχε ταῦθ’ ὁ νόμος ἰατρῶν ἐπαινεῖν, ὅς σώζειν μὲν καὶ προσηνῶς μετιόντας τὰ πάθη, σώζειν δ’ ἴσθ’ ὅτε καὶ πρὸς ἀνάγκην, εἰ μὴ ἔξεστιν ἄλλως, διαρρήδην βοᾷ. καὶ θεραπευτὰς δὲ καὶ ἰατροὺς τότε μᾶλλον θαυμάζομεν ἄνθρωποι, ὅταν καὶ τῶν καμνόν- των ἀποσειομένων τὰ φάρμακα αὐτοὶ μᾶλλον ἰῶνται. οὓς καὶ παιδευταὶ μιμούμενοι τοὺς διδασκομένους πρὸς παιδείαν ἀνάγουσι.

πῶς δὲ καὶ οὐ πᾶς ἀνθρώπων ἐπήνεγκέ μοι τὰ χαλεπώτατα τὰ πρὸς σωτηρίαν μὴ ἐθελήσαντι μετιέναι, ὧς ἄρα καὶ κατεφαίνετο δυνατόν, ἀνδρὸς δὲ γνώμῃ προσέχοντι τοσοῦτον ὑπὸ τῆς νόσου διεφθορότι τοὺς λογισμούς; οὕτω σοὶ μὲν διὰ τὸ πάθος συνέγνωσαν, ἐμὲ δὲ οὐδεὶς ἀφῆκεν αἰτίας. διὰ γοῦν τοῦτο πάνθ’ ὅσ’ εἶχον ἐκίνησα. καὶ πρῶτον μὲν δὴ ἰατροὺς ἐζήτησα, φάρμακα ὅσ’ ἁπλῶς λυσιτελεῖν ἐνομί- ζετο. εἶτ’ ἀπεδοκιμάσθη ταῦτα κατὰ πᾶσαν πεῖραν [*](20 cf. p. 156, 25) [*](1 ὧς L 3 παρέχων L 7 μηδοτιοῦν L μὴ δοτιοῦν V) [*](9 ἰταμότερον L 24 οὕτως V)

174
ἀπελεγχθέντα. ἐγὼ δ’ οὐκ ἠμέλουν οὐδ’ ἀπεγίνωσκον. ἔτι γὰρ ἐλείπετό μοι ἱερά τις ἄγκυραι ἡ θεόθεν βοήθεια. πρὸς ἢν ἀπεῖδον ἀπαγορεύσας τῶν ἄλλων. ἱκέτευσα, ἐδεήθην, ἔσπεισα δάκρυα, ἐλεεινὸν ἐμαυτὸν παρέσχον καὶ θεοῖς καὶ ἀνθρώποις. εἶτα καὶ τάλαντον ἀφιέρωσα. εἰ δὲ καὶ πλεῖον ἔδει προσθεῖναι τὴν σωτηρίαν ἐγγυω- μένου τινός, προσέθηκα, πάτερ, εὖ ἴσθι, μηδὲν δείσας τὴν σὴν ἀγανάκτησιν.

63. Καὶ τί περὶ ταλάντου μακρολογῶ καὶ χρυσοῦ καὶ φλυαρίας; αἰτοῦντος κἀμὲ θῦμα λαβεῖν τοῦ θεοῦ οὐκ ἂν παρῃτησάμην τοῦ μὴ δέξασθαι τὴν σφαγήν. οὕτως ἐγὼ πρόθυμος τὰ πάντα ῥᾳδίως καὶ δρᾶσαι καὶ παθεῖν ὑπὲρ σοῦ. καὶ γὰρ ἥγημαι δεῖν εἶναι παῖδας τῶν πατέρων ἕνεκεν διακαρτερεῖν οὐχ ὅσα ὑπὲρ αὐτῶν καρτεροῦσι πατέρες, ἀλλὰ πολλῷ μείζω καὶ ἰσχυρότερα, εἴπερ ἐκείνοις μηδὲν χρεωστοῦσιν ἡμῖν ὅμως τὰ πάντα τολμᾶται χωρὶς τοῦ γεννῆσαι μηδὲν ὄντας τὴν ἀρχὴν καὶ θρέψαι καὶ παιδεῦσαι, ἡμῖν δὲ μέγα τὸ ὄφλημα πρὸς αὐτοὺς ἐκεῖθεν πάντ’ εἰληφόσι. καὶ πρέπον γε μὴ ἐν προαιρέσει κεῖσθαι νομίζειν, ἐν ἀνάγκη δὲ μᾶλ- λον τὸν ὑπὲρ ἐκείνων ἀγῶνα.

ἀνθ’ ὧν ἠγωνισάμην καὶ αὐτός, ὧς μάλιστα συμφέρειν ᾠήθην, οὐ νῦν πρώτως φρόνημα τοιοῦτο λαβὼν ὥστε πάντα γίνεσθαι τῷ πατρὶ ἐν καιρῷ, ἀλλὰ μετὰ τοῦδε πάσας ἡμέρας ἀναστρεφόμενος. καί γε, πρὸς Ἀσκληπιοῦ, πάτερ, σύ μοι λέγε καὶ τοῖσδε τὸν ἐμὸν τρόπον, οἷος εὐθὺς ἐξ ἀρχῆς ἦν, ὡς συνετὸν αὐτίκα παρεῖχον ἐμαυτὸν καὶ πραὺν κἀν τοῖς ἔργοις κἀν ταῖς ὁμιλίαις, ὅταν ἐτύγ- χανον πρὸς ὑμᾶς φθεγγόμενος τοὺς γονεῖς μήτε τὸ [*](1 δὲ L 16 ὅπωσ L 27 ἐξαρχῆς LV | ἑαυτὸν LV)

175
φρόνημα κατὰ τοὺς νέους ὑπάρχων καὶ ἅλματα καὶ μεταφορὰς καὶ τοιαύτας κινήσεις, ἃ τῇ ἡλικίᾳ ταύτῃ φιλεῖται, ἀπὸ ψυχῆς βδελυττόμενος, ὡς ἦν μοι τὸ ἦθος κρεῖττον ἢ δεῖσθαι ῥυθμίζεσθαι, ὡς οὔτε προσ- εῖχον ἀθύρμασι καὶ πρόθυμος ἐβάδιζον ἐς μυσταγω- γῶν τρόπον μὲν ἀποσειόμενος παιδικόν, μελέτην δ’ ἔχων τὴν παίδευσιν καὶ ἀνδρικώτερον τὴν γνῶσιν δε- χόμενος, ὧς πάνθ’ ὅσ’ ἐκέλευες ἔδρων καὶ πρὸς τὸ σὸν ἐσκόπουν καὶ διετιθέμην ἀεὶ μηδὲν ἔχοντος ὑπὲρ μηδενὸς μήτε τοῦ μυσταγωγοῦ μήτε τοῦ παιδαγωγοῦ, ἀλλ’ οὐδὲ σοῦ αἰτιάσασθαι τῶν ἐμῶν ἀεὶ πάσης μέμψεως ὑπερκειμένων.

λέγε δή μοι καὶ τὰ μετὰ ταῦτα, ὧς ἀνδρωθῆναι μὲν ἐγένετο καὶ τὴν ἡλικίαν ἐκείνην παραδραμεῖν, οὐ μὴν δὲ καὶ τοὺς ἀγαθοὺς τῶν τρόπων μεθαρμοσθῆναι, ὡς οὐ διέφθειρα τὴν ἁρμονίαν τὴν ἐξ ἀρχῆς, οὐ μετέβαλον τῆς πραότητος, οὐ μετέβαλον τῶν ἠθῶν, ἀλλ’ οὐδ’ ἀνήκοος ἐφάνην καὶ δυσπειθής, παγιώτερος δὲ μᾶλλον ὑπῆρξα τὰ ἐκ νηπίου φυλάξας καλὰ καὶ τὰ φυσικὰ προτερήματα ἀν- δρικῇ φρονήσει ἐκόσμησα. προστίθει δὲ κἀκεῖνα, ὧς ἔχαιρον σωφροσύνη, ὡς ἐβδελυττόμην, εἵ τις πέρα τοῦ μετρίου χρήσαιτο οἴνῳ, καὶ ταλαίπωρον ἡγούμην, εἴ τις μὴ ἐτίμα γονεῖς, ἀλγοῦσι μὲν συναλγῶν, εὐφραι- νομένοις δὲ συνευφραινόμενος, ὡς ἀπεστρεφόμην καὶ κακοδαίμονας ἔλεγον φιλονείκους, λάλους, πλήκτας, παροίνους, πάντας ὑβριστάς.

66. Ταῦτα, πάτερ, πρὸς τούσδε μαρτύρησον ἐμοὶ καὶ ἄλλοτε ἤδη τοῖς φίλοις προθεὶς εἰς διήγησιν καὶ [*](23 Paul. ep. ad Rom. 12, 15) [*](1 τοὺς om V 3 βδελλυττόμενος V 4 ὧς] καὶ V 6 ἀθύρματι L 6 παιδικῶν L 12 μεταταῦτα LV 16 ἐξ- αρχῆσ LV 21 ἐβδελλυττόμην V)

176
σφόδρα ἐπὶ τούτοις καλλωπισάμενος. ἐγὼ δὲ βραχέα ἐπειπὼν καταβήσομαι. τοῦ γοῦν ἀρχῆθέν μοι βίου μέχρι τῶν νῦν ἡμερῶν οὕτω διὰ παντὸς ἀγομένου ἴδει γε τοῖς τελευταίοις τουτοισὶ καταισχῦναι καὶ πᾶν ἡμῖν ὅ τι καλὸν ἐλέγετο ἀφανίσαι τὴν μισανθρωπίαν τούτῳ ὥσπερ κονίαν ἐπαγαγόντα, ἀλλὰ μὴ μᾶλλον ἐπιδιδόναι καὶ περὶ τὸν πατέρα ἔτι φανῆναι χρηστὸν οὐκ ἄν, ὧς ἔδει γε, εἴποι ἀνθρώπων οὐδείς. ἢ σχολῇ γ’ ἂν ἄλλῳ τῳ ἐνδέοντι κατεφάνημεν μὴ τῷ πατρὶ ἐκ τῶν δυνατῶν ἐπαρκέσαντες;

τοιγαροῦν καὶ τῆς χρείας ἐνστάσης ἐμνήσθην τῆς τάξεως καὶ τὴν ἀκο- λουθίαν ἐπεδειξάμην καλὴν ἐπιθήκην τοῖς περὶ ἐμοῦ λόγοις τήνδε τὴν πρᾶξιν παρεσχηκώς. ἀλλ’ ὧς διετέθην τῳ] τότε καὶ τῷδ’ ἐκινδύνευον παραπλήσιον, ἄγε κάλει μοι τοὺς εἰς τὴν οἰκίαν τότε θαμίζοντας τοῦτο μὲν ἐπισκεψομένους τόνδε, τοῦτο δὲ καὶ τοὺς προσήκοντας ἡμᾶς παραμυθησομένους, ὡς ἂν αὐτοὶ σαφέστερον εἴπωσιν, οἴ μ’ ἐπειδὴ οὕτως ἀθλίως ἔχονθ’ ὁρῶντες πολλὰ λήγειν πένθους παρῄνουν, ὦ βέλτιστε, λέ- γοντες, σφόδρα γίνῃ τῆς λύπης. τεθνήξῃ, σα- φῶς ἴσθι, πρὸ τοῦ πατρός. ἀλλ’ οὐχ οὕτως αὐτόχειρα ἑαυτοῦ εἰκὸς χρηματίσαι μὴ τὸν εἱ- μαρμένον ἀναμείναντα θάνατον. ταῦτ’ ἔλεγον ἐκεῖνοι, ἔπειθον δὲ οὐδαμῶς.

τοῦτο δ’ ἐμοὶ τί ποτ’ ἄλλο γε ἦν ἢ ζῆν ἐθέλειν μετὰ τοῦ πατρὸς ἢ μηδὲ ζῆν ἀγαπᾶν; διὰ τοῦτο καὶ οὐδενὸς ἐτόλμησα φεί- σασθαι τῶν εἰς ἐμέ. καὶ ἐκινδύνευε μὲν ὁ πατήρ, ἐθα- νάτων δ’ ἐγὼ καὶ ἠγάπων προαρπάσαι τὸν κίνδυνον. [*](3 διαπαντὸς LV 4 καταισχύναι LV 8 ἦ V 12 ἐπε- δείξαμεν L 14 τῳ cancellavi | παραπλήσια L 19 λέγειν L I λέγοντας V 20 τεθναίης V et γρ in marg L | εὖ V 20 διατοῦτο L V)

177
ἀνήλωτο δὲ τὸ χρυσίον καθιερωθὲν τῷ σωτῆρι ἀμφο- τέρων χάριν, κἀμοῦ τε καὶ τοῦ πατρός, ἐπειδήπερ καὶ κοινὸς ἀμφοτέρων ὑπῆρχεν ὁ κίνδυνος. εἰ δ’ ἄξιόν τι τῆς σπουδῆς ταύτης καὶ τῆς ἐλπίδος συμβέβηκεν, ἔξε- στιν ὁρᾶν τὸν πατέρα καὶ ὁρῶντας διδάσκεσθαι. ταῦτ’ ἐμοὶ πέπρακται, ὦ ἄνδρες δικασταί, καὶ πεπράξεταί γε αὖθις. οὐ γὰρ ἀφέξομαι λέγειν, εἰ καὶ δεύτερον συνε- νεχθείη, ἀλλὰ μὴ συμβαίη ποτὲ παραπλήσια τῷ πατρί. οὕτως ἐγὼ ζῆν καὶ ἀναστρέφεσθαι ἔγνωκα καὶ ἀνα- στραφήσομαί γε τὸν ἐξῆς ἅπαντα χρόνον καὶ οὐκ ἄν, εἴ τι γένοιτο, τῆς γνώμης μεθαρμοσθήσομαι.

ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, τί πρὸς ταῦτά φατε; ἠδίκησα τὸν πατέρα τῷ ταλάντῳ δείξας ἀναβιοῦντα παῖς ὢν αὐτοῦ; οὐκοῦν τὴν φύσιν αἰτιατέον. ἐκείνη γὰρ μέχρι τούτου προελθεῖν ἐβιάσατο καὶ οὐκ ἐνταῦθα μόνον λῆξαι, ἀλλὰ καὶ περαιτέρω προβῆναι καὶ παθεῖν πλείω καὶ δρᾶσαι. ἐμοὶ δὲ συγγνώμη τυραννηθέντι. τί γὰρ ἦν καὶ ποιῆσαι; ἡττήθην τῆς τοῦ πατρὸς ἀγάπης, ἡτ- τήθην μεμνημένος τῶν ἄνωθεν ἡμερῶν, ὡς ἔστεργε περιών, ὡς προὐτίθει τῆς οἰκείας ζωῆς, ὧς φιλοτί- μῶς ἔτρεφε καὶ ἀνῆγε πάντα κινῶν, ὅπως μὴ ὧν ἐποιεῖτο εὐχῶν ἀπολειφθείην ἐγώ. ὑπὲρ ὧν μὴ χάριν εἰδέναι ἀλλότριον ἐνόμισα ἐμαυτοῦ καὶ ὅλως τῆς φύ- σεως. διὰ τοῦτο ζῆν ἐπραγματευόμην αὐτόν. καὶ ζῇ γε δι’ ἐμὲ ἐρρωμένος καὶ τὰ μάλιστα εὐεκτῶν. εἰ δ’ ἀπο- κηρύττει, οὐδὲν ἐμοὶ πρᾶγμα. ἀποκηρυττέτω, διωκέτω. μόνον αὐτὸς πόρρω κινδύνου μενέτω. μὴ περιπιπτέτω τοῖς αὐτοῖς καὶ πάλιν ἀνιαροῖς.

70. Ἀλλὰ δεινὸν τὸ μηδὲν τῶν πατρῴων [*](7 συνενεχθείη scripsi συνενεχθῇ LV 24 διατοῦτο LV) [*](25 ταμάλιστα LV)

178
μετέχειν. ἄλλοις μὲν ίσως, ἐμοὶ δὲ οὐ πάνυ τι χα- λεπόν. ἔχω τὸν πατέρα καί, εἰ μὴ τὰ τοῦ πατρός, ἀποχρῶν ἐμοὶ τοῦτό γε ἀντ’ ἄλλης εὐδαιμονίας ἁπά- σης. εἰ δ’ αὐτὸς οὐκ ἐπιστραφήσεται οὐδὲ νομιεῖ τοῦ λοιποῦ παῖδα, ἥκιστα τοῦτό γε τῇ φύσει λυμαίνεται. ἄρρηκτος γὰρ ὁ ταύτης δεσμός, καὶ τούτου κρατήσει, κἂν μὴ τελευτὴν εἴπῃς βίου, οὐδὲν οὐδαμῶς.

εἰ μὲν οὖν ἠδικήσαμεν, ἅλις παρῃτησάμεθα. μακρό- τερα γὰρ λέγειν οὐκ ἔχομεν· εἰ δ’ οὐκ ἔστιν ἀδίκημα, διδάσκετε τὸν πατέρα μὴ σφόδρα δυσχεραίνειν τὸν παῖδα ὦ ’γαθέ, λέγοντες, οὐκ ἠδίκησεν ὁ παῖς, ἀλλ’ εὐηργέησεν. ἀξίως ἑαυτοῦ διεπράξατο. καλῶς ἠγωνίσατο. ἔγνω τὴν φύσιν. ᾐδέσθη. ἠλέ- ησεν. οὐκ ἠγνόησε τὸ συγγενές. οὐ παρῆλθεν ὧν φροντίζειν εἰκός. ταλάντῳ σοι τὴν περιου- σίαν ἠλάττωσεν, ἀλλ’ εἰς θεοὺς ἀνάλωσεν, ἀλλ’ ὑπὲρ σοῦ. ζηλωτὸς ἕνεκά γε τούτων ὁ παῖς, εὐ- σεβής. φιλόθεος, μεγίστη φιλοτιμία γονεῦσι καὶ τῆς σφῶν εὐχῆς ἄξιος. ὡς εἴθε καὶ πάντες οἷς εἰσι παῖδες οὕτως ἔσχον ἐγκαλλωπίσασθαι τοῖς ἑαυτῶν. κόσμος ἀληθῶς ἐστι τοῖς προσήκουσι κατὰ γένος, κόσμος πάσῃ τῇ πόλει, περιλάλητος τοῖς πολίταις, ἀγαθὸν νέοις παράδειγμα, κοι- νὴ τοῖς ἀκμάζουσι νουθεσία.

πολλοὶ τῶν παῖδας ἐχόντων πρὸς τοῦτον ὁρᾶν τοὺς ἑαυτῶν ἀξιώσουσι. πολλοὶ δὲ καὶ τῶν παίδων ζηλωταὶ θελήσουσιν εἶναι. πλὴν οὐδεὶς προσεγγίσει, οὐδεὶς ἔλθῃ πλησίον. φιλότιμος γὰρ ἐσάγαν ἐστί. καί τινα μετ’ αὐτοῦ στῆναι οὐκ ἴσθ’ [*](1 τοι L 5 τουλοιποῦ LV 16 ταλάντου LV 28 ἔλθοι L)

179
ὅπως ἀνέξεται. λῆγε γοῦν ἔριδος. χάριν ἔχε τοῖς κρείττοσι. μὴ δυσχέραινε τοῦ ἀναθήματος. ἔχεις τὸ μεῖζον ἐκεῖθεν, τὴν σωτηρίαν καὶ μετ’ αὐτῆς τὸν παῖδα τὸν καλόν. χάριν ἔχε καὶ τῷ παιδὶ οἷς σου κραταιότατα ἀντελάβετο φερο- μένου καὶ στέργε καὶ κληρονόμον κάλει καὶ γηροτρόφον καὶ κηδεμόνα καὶ ζωῆς πρύτανιν καὶ πᾶν ὅ, τι κάλλιστον ὄνομα.

ταῦθ’ ὑμεῖς πρὸς αὐτόν, ὦ ἄνδρες, εἰ μὴ ἀδικῶν φαίνομαι, καὶ πείσετε, σαφῶς οἶδα, πατέρα τε ὄντα καὶ τῇ φύσει δουλεύοντα, κἂν μυριάκις ἀγανακτῇ κἂν ὀργίζηται. ἡ γὰρ ὑμετέρα ψῆφος ἐνθεῖσα γνῶσιν αὐτῷ τοῦ δικαίου, λαβοῦσα δὲ καὶ τὴν φύσιν συνέριθον ῥᾳδίως ἔξει κατα- πειθῆ καὶ καταναγκάσει περιέπειν καὶ αὖθις τὸν παῖδα καὶ στέργειν ὡς καὶ πρὸ τοῦ τὴν ὀργὴν εἰς ἀγάπην μεταμειψάμενον.

[*](2 τῶ κρείττονι V 15 προτοῦ LV)
180

Sequuntur quattuor declamationes quae contentionem divitis et pauperis argumentum habent.