Declamatio 9
Libanius
Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
τὰ μὲν οὖν ἄλλα καὶ φέρειν οἷός τε ἦν ἀχθόμενος μέν, ὅμως δὲ πείθων ἐμαυτὸν ἀνέχεσθαι· ἐφ’ ᾧ δὲ λίαν ἐπλήγην τότε μὲν ἐπράχθη, νῦν δὲ οὐκ εἰρήσεται. ὧν γὰρ καὶ ὑμᾶς εὐξαίμην ἂν ἐπιλήσεσθαι, πῶς ἂν ταῦτα δίκαιος εἴην εἰς μέσον φέρειν; ἀλλ’ οὗτός γε μέμνηται καὶ τί τὸ πεπραγμένον καὶ ποῦ καὶ πότε.