Declamatio 9
Libanius
Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
τότ’ οὖν ἐλο- γιζόμην πρὸς ἐμαυτόν, ὧς, εἰ μὲν ἐπιτρέποιμι ταῦτα ὁδῷ βαδίζειν, γενναῖος ἀπολεῖταί μοι παῖς καὶ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ τῇ πατρίδι· εἰ δὲ ἐπιστροφήν τινα ποιησαίμην καὶ λυπήσαιμι καὶ δίκην ἐπιθείην δυναμένην βοηθῆσαι τῇ φύσει, κερδανῶ μὲν αὐτός, κερδανεῖ δὲ ἡ πόλις, ἔσται δὲ ἡ δόξα μὲν τῆς οἰκίας, ὁ καρπὸς δὲ κοινός.