Declamatio 9

Libanius

Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

ἐνταῦθα οὗτος ἰσχὺν μὲν φύσεως ἐδείκνυ καὶ πολὺ ταύτῃ παρῄει τοὺς συμφοιτῶντας, ἐπείθετο δὲ οὐ πάντα τοῖς ἄγουσιν, ἀλλ’ αὑτὸν ἐν τοῖς πολλοῖς ἐποίει κύριον καὶ RIV 376 πρὸς τὰς ὁρμὰς | τῆς γνώμης αἰ τῶν παραινούν- τῶν ἐπῳδαὶ μικρὸν ἴσχυον. εἰς ἃ βλέπων τις τῶν δι- δασκάλων οὗτος ὁ νέος, πολλάκις ἔφη, ποτέροις μὲν αὑτὸν δώσει τῶν ἔργων, εἴτε τοῖς χείροσιν εἴτε τοῖς ἀμείνοσιν, οὐκ ἂν εἴη προειπεῖν. ὁπο- τέρωσε δ’ ἂν ἀποκλίνῃ, μέγα τι ποιῶν ἐν ἐκεί- νῷ φανεῖται. καὶ οὐκ ἐψεύσατο. ὁρᾶτε γοῦν ἡλίκους ὑμῖν ἔλυσε φόβους.