Oratio 52

Libanius

Libanius, Oratio 52, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

οὕτως οὖν εἰσελθόντας ἐπίσχες, ὦ βασιλεῦ. καὶ μὴ πειθέτωσαν λέγοντες, ὡς μισθοὶ ταῦτα νέων καὶ πόνοι καὶ διατριβαὶ περὶ λόγους. εἰ γὰρ τοῦτο τοι- οῦτον ἣν, πάντες ἂν | ἦσαν ἕνεκά γε ἑ νέων καὶ [*](R III 93) διατριβῶν τηλικοῦτοι, πάντων γὰρ οἶμαι ταῦτα, ἀλλ᾿ ὅμως οἱ μὲν πένητες, οἱ οὐκ εἰσελθόντες, καὶ μέγα κέρδος ἐν ἄλλου φαγεῖν, οἱ δ’ ἐν καταλόγῳ τῶν πολυ- χρύσων. πρὸς οὖς ὁ νόμος εἰπάτω μὴ πλείω ζητεῖν, ἀλλά στέργειν, εἰ μή τις ἀφαιρήσεται.

εἰ δὲ γενο- μένην εἴσοδον ἐπισχετέον, πῶς οὐκ οὔσαις ἐπιτρεπτέον; πῶς δὲ μεμφόμενοι τῶν παιδευόντων τοὺς περὶ τὰ τῶν ἀρχόντων γόνατα τοὺς οὔπω τοῦτο πεποιηκότας δρά- σοντας εἰσάξομεν μέλλοντας ἀντὶ μετάλλων τε καρπώ- σεσθαι τἀς ἀρχὰς καὶ διδασκάλοις οὐχ ὁμοίους ἔσεσθαι; ἐπεὶ καὶ τὸν ἀντικαθήμενον τοῖς τοῦ ἡμετέρου ῥεύμασι [*](23 Eubulum cf. t. I 186,2; ep. 407. 469. t. I 127, 19 sq.; 138,16 8(1.; 157,7. Sievers p. 69.) [*](1 ἢ Β sed in ἡ corr m 2, et coni Re Anim et Iacobs Lectt. 204 2 ἐρχομένης ut p. 30, 8? 6 οἱ] οὐ Β 7 φανερῶς?) [*](8 τοῖς et τοὺς Ρ 9 ante οὕτως lac 3 litt Β 16 οἴ Ρ sed add m 4, B 17 στέργειν Ρ sed ει in ras m 2 | γενομένην Re γινομένην libri Got 21 καρπώσασθαι Va 22 διδασκά- λοις scripsi διδασκάλους libri edd 23 ἡμετέρου] „videtur στόματος addendum esse“ Re at cf. τὸ ἡμέτερον τ. Ι 534,6; τοὐ- μὸν Ι 18, 15 ep. 18. 22 | ῥήμασι coni Got)

40
[*](R III 94) τοῦτο οὐκ εἴασεν εἰς | ὅσον ἐξῆν αὐξηθῆναι τὸ μεγάλην ἡγεῖσθαι πλεονεξίαν καὶ εἶναι καὶ ἔσεσθαι τὴν ἀρχήν. ἡ δ’ οὐ μόνον βλάβη λόγοις, ἀλλὰ καὶ κίνδυνος ἣν ἐν μεταβολῇ τῶν ὅλων, καὶ τά κτήματα ἐκινεῖτο καὶ μακράν ἔδει βαδίζειν ὁδὸν καὶ γελωτο- ποιοῦντα μένειν ἐφ’ ὧν εἶχεν εἰς τὴν τοῦ κρατοῦντος βλέποντα φύσιν.

32. Ἀλλ᾿ εἰ καὶ πάντας εἴρξεις, φησί, τί λέξει πρὸς ἰατροὺς ὁ νόμος, ὅταν τῶν ἰατρῶν τὸ σῶμα δέηται; οὐ γάρ δὴ ἡ μὴ νοσεῖν ἐπι- τάξεις τοῖς ἐπὶ τῶν ἀρχῶν. ἐρεῖ τοίνυν ὁ νόμος· [*](R III 95) ἔρχου μὲν | ὁ σώζειν τέχνην ἔχων καὶ λέγε τι καθεζόμενος καὶ λέγοντος ἄκουε, ἔστω δὲ πᾶν τὸ λεγόμενον εἰς τὸ πάθος τεῖνον σπουδὴν ἔχον τὸ μὲν καταπαλαῖσαι καὶ τρέψαι, τὸν κεκληκότα δὲ καθαρὸν ποιῆσαι τοῦ κακοῦ, δίκης δὲ μὴ ἔστω μνήμη μηδὲ νίκης μηδὲ ἥττης μηδὲ γνώσεως μηδ’ ὑπὲρ ἀνδρὸς πονηροῦ λόγος μηδὲ κὰτ οὐδὲν ἀδικοῦντος μηδ’ ὁ μὲν ἤπιον, ὁ δὲ χαλεπὸν ποιῶν.