Oratio 52
Libanius
Libanius, Oratio 52, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
ὁρῶντες δὲ τὴν πολλὴν οἱ χειροτέχναι δύναμιν ὑποπεπτώκασι μὲν τού- τοις, ὑποπεπτώκασι δὲ καὶ τοῖς τούτων οἰκέταις. καὶ γὰρ τούτοις ἐξουσία μαστιγοῦν, δεῖν, ὠθεῖν, κατα- βάλλειν, χιτῶνι λυμαίνεσθαι. καὶ τά πωλούμενα τῶν τιμῶν ὁριστὰς ἔχει τοὺς τοιούτους, καὶ δούλους καὶ δεσπότας. οἶ δὲ τοτὲ μὲν ἔδοσαν βραχύ τι, τοτὲ δὲ οὐδέν. εἶτα τοῖς μὲν ἡ φροντὶς ὑπὲρ ἄρτου, τοῖς δὲ πάντα πολλά. καὶ τέκτονας οὐ κεκτημένοι, τῶν ἐκεί- νων εἰ δεηθεῖεν χειρῶν, κέκτηνται.
τί οὖν χρὴ τούς τοιούτους | καὶ νομίζειν καὶ καλεῖν ἢ τυράν- [*](R III 84) νοῦς, οὐ τριάκοντα κατὰ τοὺς πάλαι ποτὲ τῶν Ἀθη- ναίων, ἀλλ’ ὅσους οὐδ’ ἂν ἐξαριθμήσειέ τις; μὴ γάρ, εἰ μὴ κατέχουσιν ἀκροπόλεις μηδ’ εἰ μὴ δορυφοροῦνται μηδ’ εἰ τὴν ἐσθῆτα τὴν τῶν ἀρχομένων φοροῦσιν, ἀλλ’ εἰ μὴ μείζονές εἰσι τῶν νόμων ἐν οἷς τέ τισι συμπνέουσιν ἐν οἷς τε ἐναντιοῦνται, εἰ μὴ ταῦτα πάντα τῶν εἰδότων καὶ ὁρώντων. καίτοι τί πλέον αἰ τυραν- νίδες; πολεμεῖς δὲ καὶ μισεῖς οὐ τοὔνομα τοῦ πράγ- ματος, βασιλεῦ, αὐτὸ δὲ τοὖργον | καὶ τά ἀπ’ [*](R III 85) αὐτοῦ κακά.