Oratio 32
Libanius
Libanius, Oratio 32, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
εἶτ’ ὦ ταραχῆς ἔμπλεως, περὶ τὸν αὐτὸν ἄνθρωπον ἄμφω, πόλεμός τε καὶ φίλτρον, καὶ μῖσος καὶ κηδεμονία; ἐν οἷς μὲν γὰρ ἔλεγες, τὸ τοῦ δυσμε- νοῦς ἐποίεις, ἐν οἷς δὲ οὐκ ἔλεγες, τὸ τοῦ φειδομένου. καίτοι χρῆν ἢ πάντα σιγᾶν ἢ μηδὲν καὶ ἢ τὸν αἰδού- μενον ὅλως ἢ τὸν οὐκ αἰδούμενον δεικνύειν. νῦν δ’ οἷς εἴρηκας τὸ μηδὲν εἶναί σοι πλέον εἰπεῖν ὡμολό- γησας.