Oratio 32

Libanius

Libanius, Oratio 32, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

καίτοι χαλεπὴ μὲν ἡ συμμαχία καὶ τὴν τῶν ἄλλων ἔχθραν ἡμῖν ἐπιφέρουσα. ἢ σὺ μὲν διὰ Μενέδημον ἐπ’ αἰτίᾳ ψευδεῖ τοιαῦτα ἔδρας, [*](R II 231) οἱ δ’ οὐκ | ἂν διὰ σὲ σαφοῦς ἀπολαύοντα ῥοπῆς; ὁ δὲ ταύτην ἀφεὶς τὴν οὐ δικαίαν μὲν οὐδ’ αὐτήν, ἐπιεικεστέραν δὲ ὁδὸν οὐδὲν ὑπ’ ἐμοῦ παθὼν οὔτε μέζον οὔτε ἔλαττον ἐπῆλθεν, ἐπεστράτευσεν, ἐνέβαλεν, οὐδὲν ἀσελγείας ἀπέλιπε τὰ μὲν εἰπών, τὰ δ’ οὔπω βούλεσθαι φήσας ὄντα πολλῷ τῶν εἰρημένων τερα.